Letter 10
Late Antiquity Basil of Caesarea Greek- Πρὸς ἐλευθέραν Τέχνη τίς ἐστι περιστερῶν θηρευτικὴ τοιαύτη. ὅταν μιᾶς ἐγκρατεῖς γένωνται οἱ τὰ τοιαῦτα σπουδάζοντες, χειροήθη τε ταύτην καὶ ὁμόσιτον ἑαυτοῖς ἀπεργάσωνται· τότε μύρῳ τὰς πτέρυγας αὐτῆς χρίσαντες ἐῶσι συναγελασθῆναι ταῖς ἔξωθεν. ἡ δὲ τοῦ μύρου ἐκείνου εὐωδία τὴν αὐτόνομον ἐκείνην ἀγέλην κτῆμα ποιεῖται τῷ κεκτημένῳ τὴν τιθασσόν· πρὸς γὰρ τὰς εὐπνοίας καὶ αἱ λοιπαὶ συνεφέπονταί τε καὶ εἰσοικίζονται. Τί δὲ βουλόμενος ἐντεῦθεν ἄρχομαι τοῦ γράμματος; ὅτι λαβὼν τὸν υἱὸν Διονύσιον, τόν ποτε Διομήδην, καὶ τῷ θείῳ μύρῳ τὰς τῆς ψυχῆς αὐτοῦ πτέρυγας διαχρίσας, ἐξέπεμψα πρὸς τὴν σὴν σεμνοπρέπειαν, ὥστε καὶ σὲ αὐτὴν συναναπτῆναι αὐτῷ καὶ καταλαβεῖν τὴν καλιὰν ἣν παρʼ ἡμῖν ἐπήξατο ὁ προειρημένος. ἐὰν οὖν ταῦτα ἴδοιμι ἐπὶ τῆς ἐμῆς ζωῆς καὶ τὴν σὴν σεμνοπρέπειαν πρὸς τὸν ὑψηλὸν βίον μεταθεμένην, πολλῶν προσώπων ἀξίων τοῦ Θεοῦ δεηθήσομαι τὴν κεχρεωστημένην τιμὴν ἀποπληρῶσαι αὐτῷ.