Letter 11
Late Antiquity Basil of Caesarea Greek- Ἀνεπίγραφος, ἐπὶ φιλίᾳ Τῇ τοῦ Θεοῦ χάριτι τὴν ἁγίαν ἡμέραν συνδιαγαγόντες τοῖς τέκνοις ἡμῶν καὶ ὄντως τελείαν ἑορτὴν ἑορτάσαντες τῷ Κυρίῳ διὰ τὴν ὑπερβάλλουσαν αὐτῶν περὶ τὸν Θεὸν ἀγάπην, προεπέμψαμεν μεθʼ ὑγείας πρὸς τὴν σὴν εὐγένειαν, εὐχόμενοι τῷ φιλανθρώπῳ Θεῷ καὶ αὐτοῖς δοθῆναι εἰρηνικὸν ἄγγελον βοηθὸν καὶ σύμπορον καὶ σὲ παρʼ αὐτῶν καταληφθῆναι ἐν ὑγείᾳ καὶ πάσῃ εἰρηνικῇ καταστάσει, ἵνα, ὅπουπερ ἂν ἦτε δουλεύοντες τῷ Κυρίῳ καὶ εὐχαριστοῦντες αὐτῷ, εὐφραίνητε ἡμᾶς, ἕως ἐσμὲν ἐν τῷ κόσμῳ, ἀκούοντας τὰ παρʼ ὑμῶν. ἐὰν δὲ παράσχῃ ὁ ἅγιος Θεὸς θᾶττόν σε τῶν φροντίδων τούτων ἀπαλλαγῆναι, παρακαλοῦμέν σε μηδὲν προτιμῆσαι τῆς μεθʼ ἡμῶν διαγωγῆς. οἶμαι γὰρ μὴ εὑρεῖν σε τοὺς οὕτως ἀγαπῶντας καὶ ἀντιποιουμένους τῆς παρʼ ὑμῖν φιλίας. ἕως οὖν ἂν οἰκονομῇ ὁ ἅγιος τὸν χωρισμὸν τοῦτον, διὰ πάσης προφάσεως παραμυθεῖσθαι ἡμᾶς γράμμασι καταξίου.