Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Letters

    Letter 12

    Basil of Caesarea

    In the atlas

    1 min
    1. Ὀλυμπίῳ Ἔγραφες ἡμῖν πρότερον μὲν ὀλίγα, νῦν δὲ οὐδὲ ὀλίγα· καὶ ἔοικεν ἡ βραχυλογία προϊοῦσα τῷ χρόνῳ παντελὴς γίνεσθαι ἀφωνία. ἐπάνελθε τοίνυν ἐπὶ τὸ ἔθος, ὡς οὐκ ἔτι σοι μεμψόμεθα λακωνίζοντι πρὸς ἡμᾶς διὰ γραμμάτων· ἀλλὰ καὶ τὰ μικρὰ γράμματα, σύμβολα ὄντα τῆς μεγάλης σου διαθέσεως, πολλοῦ ἄξια ποιησόμεθα. μόνον ἐπίστελλε ἡμῖν.