Letter 100
Late Antiquity Basil of Caesarea Greek- Εὐσεβίῳ, ἐπισκόπῳ Σαμοσάτων Οὕτως εἶδον τὰ γράμματα τῆς ἀγάπης σου ἐν τῇ γείτονι χώρᾳ τῆς Ἀρμενίας, ὡς ἂν ἴδοιεν οἱ θαλαττεύοντες πυρσὸν ἐν πελάγει πόρρωθεν φρυκτωρούμενον, ἄλλως τε κἂν ἀγριαίνουσά πως τύχοι ἡ θάλασσα ὑπʼ ἀνέμων. καὶ γὰρ φύσει μὲν ἡδὺ καὶ παρηγορίαν ἔχον πολλὴν τὸ τῆς σῆς σεμνότητος γράμμα, τότε δὲ μάλιστα τὴν ἀπʼ αὐτοῦ χάριν ὁ καιρὸς συνηύξησεν, ὃν ὁποῖος ἦν, καὶ ὅπως ἡμᾶς λυπήσας, ἐγὼ μὲν οὐκ ἂν εἴποιμι, κρίνας ἅπαξ ἐπιλαθέσθαι τῶν λυπηρῶν· ὁ μέντοι συνδιάκονος ἡμῶν διηγήσεταί σου τῇ θεοσεβείᾳ. Ἐμὲ δὲ ἐπέλιπε παντελῶς τὸ σῶμα, ὥστε μηδὲ τὰς σμικροτάτας κινήσεις δύνασθαι ἀλύπως φέρειν. πλὴν ἀλλʼ εὔχομαι δυνηθῆναί μοι τὴν παλαιὰν ἐπιθυμίαν νῦν γοῦν διὰ τῆς βοηθείας τῶν σῶν προσευχῶν ἐκπληρωθῆναι· εἰ καὶ ὅτι πολλήν μοι πεποίηκε τὴν δυσκολίαν ἡ ἀποδημία αὕτη, τοσούτῳ χρόνῳ ἀμεληθέντων τῶν κατὰ τὴν ἡμετέραν ἐκκλησίαν πραγμάτων. ἐὰν δὲ ὁ Θεός, ἕως ἐσμὲν ὑπὲρ γῆς, καταξιώσῃ ἡμᾶς ἰδεῖν ἐπὶ τῆς ἐκκλησίας ἡμῶν τὴν σὴν θεοσέβειαν, ὄντως ἀγαθὰς ἐλπίδας καὶ ἐπὶ τοῖς μέλλουσιν ἕξομεν, ὡς οὐ πάντη ἐσμὲν ἀπόβλητοι τῶν δωρεῶν τοῦ Θεοῦ. τοῦτο γοῦν, ἐὰν ᾖ δυνατόν, παρακαλοῦμεν ἐπὶ τῆς συνόδου γενέσθαι, ἣν δι’ ἔτους ἄγομεν ἐπὶ τῇ μνήμῃ τοῦ μακαρίου μάρτυρος Εὐψυχίου προσεγγιζούσῃ λοιπὸν κατὰ τὴν ἑβδόμην ἡμέραν τοῦ Σεπτεμβρίου μηνός. καὶ γὰρ καὶ φροντίδος ἄξια ἡμῖν περίκειται πράγματα τῆς παρὰ σοῦ δεόμενα συνεργίας, εἴς τε κατάστασιν ἐπισκόπων καὶ εἰς βουλὴν καὶ σκέψιν τῶν μελετωμένων καθʼ ἡμῶν παρὰ τῆς χρηστότητος Γρηγορίου τοῦ Νυσσαέως ὃς συνόδους συγκροτεῖ κατὰ τὴν Ἀγκύραν καὶ οὐδένα τρόπον ἐπιβουλεύων ἡμῖν ἀφίησιν.