Letter 101
Late Antiquity Basil of Caesarea Greek- Παραμυθητική Εὐχῆς ἄξιον ἦν, πρώτην διαπεμπομένους ἐπιστολήν, εὐθυμοτέραν ἔχειν τὴν τῶν γραμμάτων ὑπόθεσιν. οὕτω γὰρ ἂν ἡμῖν τὰ κατὰ γνώμην ὑπῆρξε, διότι πᾶσι βουλόμεθα τοῖς ἐν εὐσεβείᾳ ζῇν προαιρουμένοις πάντα τὸν βίον εἰς ἀγαθὸν εὐοδοῦσθαι. ἀλλʼ ἐπειδὴ ὁ διοικῶν τὴν ζωὴν ἡμῶν Κύριος, κατὰ τὴν ἄρρητον αὐτοῦ σοφίαν πάντως πρὸς τὸ σύμφερον τῶν ψυχῶν τῶν ἡμετέρων ταῦτα ᾠκονόμησε γενέσθαι, δι’ ὧν σοι μὲν ὀδυνηρὰν κατέστησε τὴν ζωήν, ἡμᾶς δέ, τοὺς τῇ κατὰ Θεὸν ἀγάπῃ συνημμένους, εἰς συμπάθειαν ἤγαγε, μαθόντας παρὰ τῶν ἀδελφῶν ἡμῶν ἐν οἷς γέγονας, ἀναγκαῖον ἡμῖν ἐφάνη τὴν ἐνδεχομένην παράκλησιν προσαγαγεῖν σοι. εἰ μὲν οὖν ἦν δυνατὸν καὶ διαβῆναι μέχρι τοῦ τόπου ἐν ᾧ συμβαίνει διάγειν σου τὴν εὐγένειαν, περὶ παντὸς ἂν τοῦτο ἐποιησάμην. ἐπεὶ δὲ καὶ ἡ τοῦ σώματος ἀρρωστία καὶ τῶν συνεχόντων ἡμᾶς πραγμάτων τὸ πλῆθος καὶ αὐτὴν ταύτην ἣν ὑπέστημεν ὁδὸν ἐπὶ πολλῇ τῶν καθʼ ἡμᾶς ἐκκλησιῶν ζημίᾳ παρεσκεύασε, διὰ γραμμάτων ἐπισκέψασθαί σου τὴν σεμνότητα προεθυμήθημεν, ὑπομιμνήσκοντες, ὅτι αἱ θλίψεις αὗται οὐκ ἀργῶς τοῖς δούλοις τοῦ Θεοῦ παρὰ τοῦ ἐπισκοποῦντος ἡμᾶς Κυρίου γίνονται, ἀλλὰ ἐπὶ δοκιμασίᾳ τῆς ἀληθινῆς πρὸς τὸν κτίσαντα ἡμᾶς Θεὸν ἀγάπης. ὡς γὰρ τοὺς ἀθλητὰς οἱ τῶν ἀγώνων κάματοι τοῖς στεφάνοις προσάγουσιν, οὕτω καὶ τοὺς Χριστιανοὺς ἡ ἐν τοῖς πειρασμοῖς δοκιμασία πρὸς τὴν τελείωσιν ἄγει, ἐὰν μετὰ τῆς πρεπούσης ὑπομονῆς ἐν εὐχαριστίᾳ πάσῃ τὰ οἰκονομούμενα παρὰ τοῦ Κυρίου καταδεξώμεθα. Ἀγαθότητι Δεσπότου διοικεῖται τὰ πάντα. οὐδὲν τῶν συμβαινόντων ἡμῖν ὡς λυπηρὸν ὑποδέχεσθαι χρή, κἂν πρὸς τὸ παρὸν ἅπτηται τῆς ἀσθενείας ἡμῶν. εἰ γὰρ καὶ τοὺς λόγους ἀγνοοῦμεν, καθʼ οὓς ἕκαστον τῶν γινομένων ὡς καλὸν παρὰ τοῦ Δεσπότου ἡμῖν ἐπάγεται, ἀλλʼ ἐκεῖνο πεπεῖσθαι ὀφείλομεν, ὅτι πάντως συμφέρει τὸ γινόμενον ἢ ἡμῖν διὰ τὸν τῆς ὑπομονῆς μισθὸν ἢ τῇ παραληφθείσῃ ψυχῇ, ἵνα μή, ἐπὶ πλέον τῇ ζωῇ ταύτῃ ἐπιβραδύνασα τῆς ἐμπολιτευομένης τῷ βίῳ κακία ἀναπλησθῇ. εἰ μὲν γὰρ ἐν τῇ ζωῇ ταύτῃ ἡ τῶν Χριστιανῶν ἐλπὶς περιώριστο, εἰκότως χαλεπὸν ἂν ἐνομίσθη τὸ θᾶττον διαζευχθῆναι τοῦ σώματος· εἰ δὲ ἀρχὴ τοῦ ἀληθινοῦ βίου τοῖς κατὰ Θεὸν ζῶσίν ἐστι τὸ τῶν δεσμῶν τούτων τῶν σωματικῶν τὴν ψυχὴν ἐκλυθῆναι, τί λυπούμεθα, ὡς καὶ οἱ μὴ ἔχοντες ἐλπίδα; παρακλήθητι οὖν μὴ ὑποπεσεῖν τοῖς πάθεσιν, ἀλλὰ δεῖξαι ὅτι ὑπέρκεισαι καὶ ὑπερῆρας.