Letter 103
Late Antiquity Basil of Caesarea Greek- Σαταλεῦσιν Ἤγαγεν εἰς ἔργον ὁ Κύριος τοῦ λαοῦ αὐτοῦ τὰ αἰτήματα, καὶ ἔδωκεν αὐτῷ διὰ τῆς ἡμετέρας ταπεινώσεως ποιμένα ἄξιον μὲν τοῦ ὀνόματος, καὶ οὐ κατὰ τοὺς πολλοὺς καπηλεύοντα τὸν λόγον, δυνάμενον δὲ καὶ ὑμῖν τοῖς τὴν ὀρθότητα τοῦ κηρύγματος ἀγαπῶσι καὶ τὴν κατʼ ἐντολὰς τοῦ Κυρίου ζωὴν καταδεξαμένοις ἀρέσκειν καθʼ ὑπερβολὴν ἐν τῷ ὀνόματι τοῦ Κυρίου τοῦ πληρώσαντος αὐτὸν τῶν πνευματικῶν αὐτοῦ χαρισμάτων.