Letter 106
Late Antiquity Basil of Caesarea Greek- Στρατιώτῃ Ὑπὲρ πολλῶν ἔχοντες εὐχαριστεῖν τῷ Κυρίῳ, ὧν καὶ ἠξιώθημεν παρʼ αὐτοῦ ἐπὶ τῆς ἐπιδημίας ἡμῶν, μέγιστον ἀγαθὸν ἐκρίναμεν τὴν γνῶσιν τῆς σῆς τιμιότητος, τὴν παρὰ τοῦ ἀγαθοῦ Δεσπότου παρασχεθεῖσαν ἡμῖν. ἔγνωμεν γὰρ ἄνδρα δεικνύντα, ὅτι καὶ ἐν τῷ στρατιωτικῷ βίῳ δυνατὸν τῆς πρὸς Θεὸν ἀγάπης τὸ τέλειον διασῶσαι, καὶ ὅτι οὐκ ἐν τῇ περιβολῇ τῆς ἐσθῆτος, ἀλλʼ ἐν τῇ διαθέσει τῆς ψυχῆς ὁ Χριστιανὸς ὀφείλει χαρακτηρίζεσθαι. Καὶ τότε οὖν μετὰ πάσης ἐπιθυμίας συνετύχομέν σοι, καὶ νῦν, ὁσάκις ἂν εἰς μνήμην ἔλθωμεν, μεγίστης ἀπολαύομεν εὐφροσύνης. ἀνδρίζου τοίνυν, καὶ ἴσχυε, καὶ τὴν πρὸς Θεὸν ἀγάπην τρέφειν καὶ πολυπλασιάζειν ἀεὶ σπούδαζε, ἵνα σοι καὶ ἡ τῶν ἀγαθῶν παρʼ αὐτοῦ χορηγία ἐπὶ μεῖζον προΐῃ. ὅτι δὲ καὶ ἡμῶν μέμνησαι, οὐδεμιᾶς ἑτέρας ἀποδείξεως προσδεόμεθα, τὴν ἐκ τῶν πραγμάτων ἔχοντες μαρτυρίαν.