Letter 107
Late Antiquity Basil of Caesarea Greek- Ἰουλίττῃ ἐλευθέρᾳ Πάνυ ἠθύμησα τοῖς γράμμασιν ἐντυχὼν τῆς εὐγενείας σου, ὅτι σε πάλιν αἱ αὐταὶ περιέχουσιν ἀνάγκαι. καὶ τί δεῖ ποιεῖν πρὸς ἀνθρώπους οὕτω παλίμβολου ἐπιδεικνυμένους τὸ ἦθος, καὶ ἄλλοτε ἄλλα λέγοντας, καὶ ταῖς ἰδίαις ὁμολογίαις μὴ ἐμμένοντας; εἰ γὰρ μετὰ τὰς ἐπʼ ἐμοῦ καὶ τοῦ ἀπὸ ὑπάρχων ὑποσχέσεις, νῦν, ὡς μηδενὸς εἰρημένου, οὕτω στενοχωρεῖ τὴν προθεσμίαν, ἔοικε παντελῶς ἀπηρυθριακέναι πρὸς ἡμᾶς ὁ ἀνήρ. Πλὴν ἀλλʼ ἐπέστειλα αὐτῷ, ἐντρέπων αὐτὸν καὶ ὑπομιμνήσκων τῶν αὐτοῦ ὑποσχέσεων. ἐπέστειλα δὲ καὶ Ἑλλαδίῳ, τῷ οἰκείῳ τοῦ ὑπάρχου, ἵνα δι’ αὐτοῦ διδαχθῇ τὰ κατὰ σὲ ὁ ὕπαρχος. αὐτὸς γὰρ μέχρι τοσούτου θαρρῆσαι δικαστῇ τοσούτῳ οὐκ ἐνόμισα ἐπίβαλλον εἶναί μοι, διὰ τὸ μηδέ πω περὶ ἰδιωτικοῦ πράγματος αὐτῷ ἐπεσταλκέναι, καὶ ὑφορᾶσθαι κατάγνωσίν τινα, ὡς οἶδας, εὐκόλως τῶν μεγάλων ἀνδρῶν ἀγριαινόντων πρὸς τὰ τοιαῦτα· εἰ μέντοι τι ἔσται ὄφελος, ἔσται τοῦτο διὰ Ἑλλαδίου, ἀνθρώπου καὶ χρηστοῦ καὶ περὶ ἡμᾶς διακειμένου, καὶ Θεὸν φοβουμένου, καὶ παρρησίαν ἀμύθητον ἔχοντος πρὸς τὸν ἄρχοντα. δυνατὸς δὲ ὁ ἅγιος διαγαγεῖν σε πάσης θλίψεως, μόνον ἐὰν ἀληθινῇ καὶ γνησίᾳ καρδίᾳ ἐπελπίσωμεν ἐπʼ αὐτόν.