Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Letters

    Letter 108

    Basil of Caesarea

    In the atlas

    2 min
    1. Τῷ κηδεμόνι τῶν κληρονόμων Ἰουλίττης Ἐθαύμασα ἀκούσας ὅτι, τῶν χρηστῶν ἐκείνων καὶ πρεπόντων τῇ σῇ ἐλευθερίᾳ ὑποσχέσεων ἐπιλαθόμενος, νῦν σφοδροτάτην καὶ ἀπαραίτητον ἐπάγεις τὴν ἀπαίτησιν τῇ ἀδελφῇ τῇδε· καὶ τί εἰκάσω ἐκ τῶν λεγομένων οὐκ ἔχω. σοί τε γὰρ πολλὴν παρὰ τῶν πεπειραμένων σου μαρτυρουμένην ἐλευθερίαν σύνοιδα, καὶ τῶν ὑποσχέσεών σου μέμνημαι ὧν ἐποίησας ἐπʼ ἐμοῦ καὶ τοῦδε, λέγων ἐλάττονα μὲν γράφειν χρόνον, πλείονα δὲ συγχωρήσειν διὰ τὸ βούλεσθαι συμπεριφέρεσθαι τῇ ἀνάγκῃ τοῦ πράγματος, καὶ συγγνώμην παρέχειν τῇ ἐλευθέρᾳ ἀναγκαζομένῃ τοσοῦτον ἀθρόως ἐκ τῆς οἰκίας προΐεσθαι χρῆμα. Τίς οὖν ἡ αἰτία δι’ ἣν ἡ τοσαύτη μεταβολὴ γέγονεν ἐγὼ νοεῖν οὐκ ἔχω. πλὴν ὅπερ ἂν ᾖ, παρακαλῶ σε, μεμνημένον τῆς σεαυτοῦ ἐλευθεριότητος καὶ πρὸς τὸν Κύριον ἀπιδόντα τὸν ἀμειβόμενον τὰς χρηστὰς προαιρέσεις, δοῦναι τὸν καιρὸν ὃν ἐξ ἀρχῆς ὑπέσχου τῆς ἀνέσεως, ἵνα δυνηθῶσι συμπωλήσαντες τὰ ἑαυτῶν διαλῦσαι τὸ χρέος. δῆλον δὲ ὅτι κἀκείνων μέμνημαι, ὅτι ὑπέσχου, εἰ λάβοις τὸ ὁμολογηθὲν χρυσίον, πάντα τὰ ὁμολογηθέντα χαρτία, καὶ τὰ ἐπὶ τῶν ἀρχόντων πραχθέντα καὶ τὰ ἰδιωτικῶς γενόμενα, παραδώσειν τῇ προειρημένῃ. Παρακαλῶ οὖν, καὶ ἡμᾶς τίμησον καὶ κτῆσαι παρὰ τῷ Κυρίῳ μεγάλην ἑαυτῷ εὐλογίαν, ἀναμνησθεὶς τῶν σεαυτοῦ ὑποσχέσεων, γινώσκων ὅτι ἄνθρωπος εἶ καὶ αὐτὸς ἀναμένειν ὀφείλεις τοὺς καιροὺς ἐν οἷς δεηθήσῃ τῆς παρὰ τοῦ Θεοῦ ἀντιλήψεως· ἣν μὴ ἀποκλείσῃς σεαυτῷ διὰ τῆς παρούσης σκληρότητος, ἀλλʼ εὐτρέπισον τοὺς οἰκτιρμοὺς τοῦ Θεοῦ ἐπὶ σαυτόν, πᾶσαν χρηστότητα καὶ ἐπιείκειαν τοῖς καταπονουμένοις ἐπιδειξάμενος.