Letter 109
Late Antiquity Basil of Caesarea Greek- Ἑλλαδίῳ Κόμητι Πάνυ παραιτούμενος δι’ ὄχλου εἶναι τῇ χρηστότητί σου διὰ τὸ μέγεθος τῆς περὶ ὑμᾶς ἀρχῆς, ἵνα μὴ δόξω ἀμέτρως ἐμφορεῖσθαι τῆς φιλίας ὑμῶν, ὅμως ὑπὸ τῶν ἀναγκῶν ἡσυχάζειν οὐκ ἐπιτρέπομαι. τὴν γοῦν ἀδελφὴν τήνδε, καὶ πρὸς γένος ἡμῖν οὖσαν καὶ διὰ χηρείαν καταπονουμένην καὶ παιδὸς ὀρφανοῦ πράγματος φροντίζουσαν, ἐπεὶ εἶδον λοιπὸν ὑπὲρ δύναμιν ἀφορήτοις ἀνάγκαις συνεχομένην, κατελεήσας καὶ παθὼν τὴν ψυχὴν ἔσπευσα παρακαλέσαι σε, ἵνα, εἴ τις δύναμις, τῷ ἀποσταλέντι παρʼ αὐτῆς ἀνθρώπῳ καταξιώσῃς συμπρᾶξαι, πρὸς τὸ ὅπερ αὕτη παριοῦσα ὑπέσχετο ὑφʼ ἡμῶν, ἤδη τοῦτο αὐτὴν ἀποδοῦσαν τῆς εἰς τὸ πλέον ἐπηρείας ἀπαλλαγῆναι. ὑπέσχετο γὰρ τὸ κεφάλαιον δοῦσα συγχωρεῖσθαι τοὺς τόκους. Νῦν τοίνυν οἱ φροντίζοντες αὐτῆς τῶν κληρονόμων μετὰ τὸ κεφάλαιον καὶ τὴν τῶν τόκων εἴσπραξιν ἐπιχειροῦσι ποιήσασθαι. ὡς οὖν εἰδὼς ὅτι Κύριός ἐστιν ὁ τὰ τῶν χηρῶν καὶ ὀρφανῶν ἰδιοποιούμενος, οὕτω σπούδασον χρήσασθαι ἑαυτὸν τῇ σπουδῇ τῇ ὑπὲρ τοῦ πράγματος ἐπʼ ἐλπίδι τῆς παρʼ αὐτοῦ τοῦ Θεοῦ ἡμῶν μισθαποδοσίας. οἶμαι γὰρ καὶ τὴν ἡμερότητα τοῦ θαυμασιωτάτου ἐπάρχου μαθοῦσαν ὅτι τὸ κεφάλαιον ἐκτέτισται, συμπαθήσειν τῷ ἐλεεινῷ λοιπὸν καὶ ἀθλίῳ οἴκῳ εἰς γόνυ κλιθέντι καὶ οὐκέτι ἀρκοῦντι ταῖς ἔξωθεν αὐτῷ ἐπαγομέναις ἐπηρείαις. παρακαλῶ οὖν, καὶ τῇ ἀνάγκῃ σύγγνωθι δι’ ἣν ὤχλησά σοι, καὶ τῷ πράγματι σύμπραξον κατὰ τὴν δύναμιν, ἣν ἔδωκέ σοι ὁ Χριστὸς χρηστῷ καὶ ἀγαθῷ τὸν τρόπον ὄντι, καὶ εἰς ἀγαθὸν οἷς ἔλαβες κεχρημένῳ.