Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Letters

    Letter 110

    Basil of Caesarea

    In the atlas

    1 min
    1. Μοδέστῳ ὑπάρχῳ Ὅσης ἡμῖν τιμῆς καὶ παρρησίας μεταδίδως, τῇ ἡμερότητι τοῦ τρόπου καταβαίνειν πρὸς ἡμᾶς ἀνεχόμενος, τοσαύτην σοι καὶ ἔτι πλείω ἐν παντὶ τῷ βίῳ παρὰ τοῦ ἀγαθοῦ ἡμῶν Δεσπότου τὴν αὔξησιν γενέσθαι τῆς περιφανείας εὐχόμεθα. ἐμὲ δὲ καὶ πάλαι ἐπιθυμοῦντα γράφειν καὶ ἀπολαύειν τῆς παρὰ σοῦ τιμῆς, κατεῖχεν ἡ πρὸς τὸ ὑπερέχον αἰδώς, εὐλαβούμενον μήποτε νομισθῶ ἀμέτρως ἐμφορεῖσθαι τῆς παρρησίας. Νῦν δὲ ὁμοῦ μὲν καὶ τὸ λαβεῖν τὴν ἐξουσίαν τοῦ ἐπιστέλλειν παρὰ τῆς ἀπαραβλήτου σου μεγαλοφυΐας, ὁμοῦ δὲ καὶ χρεία τῶν καταπονουμένων ἐξεβιάσατό με πρὸς τὸ θαρσεῖν. εἴ τις οὖν καὶ παρὰ τῶν μικρῶν ἐπὶ τοῖς μεγίστοις ἱκετηρίας ἰσχύς, παρακλήθητι, θαυμασιώτατε, φιλανθρώπῳ νεύματι ἐλεεινῇ ἀγροικίᾳ τὴν σωτηρίαν χαρίσασθαι, καὶ τοῖς τὸν Ταῦρον οἰκοῦσι τὸν σιδηροφόρον φορητὴν προστάξαι γενέσθαι τὴν τοῦ σιδήρου συντέλειαν, ὡς μὴ εἰς ἅπαξ αὐτοὺς ἐκτριβῆναι, ἀλλὰ διαρκῇ αὐτῶν εἶναι τὴν ὑπηρεσίαν τοῖς δημοσίοις· οὗ μάλιστα πάντων μέλειν τῇ ἀξιαγάστῳ σου φιλανθρωπίᾳ πεπείσμεθα.