Letter 111
Late Antiquity Basil of Caesarea Greek- Μοδέστῳ ὑπάρχῳ Ἄλλως μὲν οὐκ ἂν ἐθάρρησα δι’ ὄχλου γενέσθαι τῇ μεγαλοφυΐᾳ σου, εἰδὼς καὶ ἐμαυτὸν μετρεῖν καὶ τὰς ἐξουσίας γνωρίζειν. ἐπειδὴ δὲ εἶδον ἄνδρα φίλον ἐναγωνίως διακείμενον ἐπὶ τῷ μετακληθῆναι, ἀπετόλμησα αὐτῷ δοῦναι τὴν ἐπιστολὴν ταύτην, ἵνα ἀνθʼ ἱκετηρίας αὐτὴν προβαλλόμενος τύχῃ τινὸς φιλανθρωπίας. πάντως δέ, εἰ καὶ ἡμεῖς οὐδενὸς λόγου ἄξιοι, ἀλλʼ αὐτὸ τὸ μέτριον ἱκανὸν δυσωπῆσαι τὸν φιλανθρωπότατον τῶν ὑπάρχων καὶ ἡμῖν δοῦναι συγγνώμην, ἵνα, εἰ μὲν μηδὲν πεπλημμέληται τῷ ἀνδρί, σωθῆναι αὐτὸν δι’ αὐτὴν τὴν ἀλήθειαν, εἰ δὲ καὶ ἥμαρτεν, ἀφεθῆναι αὐτῷ δι’ ἡμᾶς τοὺς ἱκετεύσαντας. Οἷα δὲ τὰ ἐνταῦθα τῶν πραγμάτων ἐστί, τίς μᾶλλον ἐπίσταται σοῦ, τοῦ καὶ ἐπιβλέποντος τὰ παρʼ ἑκάστῳ σαθρὰ καὶ τῇ θαυμασίᾳ προμηθείᾳ τὰ πάντα διακρατοῦντος;