Letter 112
Late Antiquity Basil of Caesarea Greek- Ἀνδρονίκῳ ἡγεμόνι Εἰ μὲν οὕτως εἶχον σώματος, ὥστε ῥᾳδίως ὑπομένειν ὁδοιπορίας δύνασθαι καὶ τὰ τοῦ χειμῶνος δυσχερῆ φέρειν, οὐκ ἂν ἐπέστελλον, ἀλλʼ αὐτὸς παρὰ τὴν σὴν μεγαλοψυχίαν ἐβάδιζον δυοῖν ἕνεκεν· τοῦ τε παλαιὸν ὑποσχέσεως ἐκτίσαι χρέος (οἶδα γὰρ ὁμολογήσας παρέσεσθαι τῇ Σεβαστείᾳ καὶ ἀπολαῦσαί σου τῆς τελειότητος· ὅπερ ἐποίησα μέν, διήμαρτον δὲ τῆς συντυχίας, μικρὸν κατόπιν τῆς σῆς καλοκἀγαθίας παραγενόμενος), ἑτέρου δέ, τοῦ τὴν πρεσβείαν δι’ ἐμαυτοῦ πληρῶσαι, ἣν ἀποστεῖλαι τέως ἀπώκνουν, μικρότερον ἐμαυτὸν κρίνων ἢ ὥστε τοιαύτης τυγχάνειν χάριτος, καὶ ἅμα λογιζόμενος, ὅτι οὔτε ἄρχοντα οὔτε ἰδιώτην ὑπὲρ οὐδενὸς ἄν τις λέων διὰ γραμμάτων πείσειεν οὕτως, ὡς αὐτὸς παρών, καὶ τὰ μὲν ἀπολυόμενος τῶν ἐγκλημάτων, τὰ δὲ ἱκετεύων, τοῖς δὲ συγγνώμην παραιτούμενος ἔχειν· ὧν οὐδὲν ἂν ῥᾳδίως δι’ ἐπιστολῆς γένοιτο. πᾶσιν οὖν τούτοις ἓν ἀντιθείς, σὲ τὴν θείαν κεφαλήν, καὶ ὅτι ἐξαρκέσει τὴν γνώμην ἐνδείξασθαί σοι, ἣν περὶ τοῦ πράγματος ἔχομεν, τὰ δὲ λοιπὰ προσθήσεις παρὰ σεαυτοῦ, πρὸς τὴν ἐγχείρησιν οὐκ ἀπώκνησα. Ἀλλʼ ὁρᾷς ὅπως κύκλῳ περίειμι ὀκνῶν καὶ ἀναδυόμενος τὴν αἰτίαν ἐκφαίνειν ὑπὲρ ὧν ποιοῦμαι τοὺς λόγους. Δομετιανὸς οὗτος ἐπιτήδειος ἡμῖν ἐστὶν ἐκ τῶν γονέων ἄνωθεν, ὥστε ἀδελφοῦ μηδʼ ὁτιοῦν διαφέρειν. τί γὰρ ἄν τις μὴ τἀληθῆ λέγοι; εἶτα τὴν αἰτίαν μαθόντες ἀφʼ ἧς ταῦτα πέπονθεν, ἄξιον εἶναι τοῦ παθεῖν οὕτως ἔφαμεν. μηδὲ γὰρ ἔστω μηδείς, ὃς μικρὸν ἢ μεῖζον εἰς τὴν σὴν ἀρετὴν ἀμελήσας τὴν τιμωρίαν ἐκφύγοι. ἀλλʼ ὁρῶντες τοῦτον περιδεῶς καὶ ἀδόξως ζῶντα, καὶ ἐπὶ τῇ σῇ ψήφῳ κειμένην αὐτοῦ τὴν σωτηρίαν, ἀρκοῦσαν αὐτὸν ἔχειν τὴν δίκην ἐκρίναμεν. μεγαλόψυχόν τε ὁμοῦ καὶ φιλάνθρωπον διανοηθῆναί σε περὶ αὐτοῦ ἱκετεύομεν. τὸ μὲν γὰρ τοὺς ἀντιτείνοντας ὑπὸ χεῖρα λαμβάνειν ἀνδρείου τε καὶ ἄρχοντος ὡς ἀληθῶς, τὸ δὲ τοῖς ὑποπεπτωκόσι χρηστὸν εἶναι καὶ πρᾶον μεγαλοφροσύνῃ πάντων καὶ ἡμερότητι διαφέροντος. ὥστε ὑπάρξει σοι βουληθέντι ἐν τῷ αὐτῷ τήν τε πρὸς τὸ ἀμύνασθαι καὶ τὴν εἰς τὸ σώζειν, ὡς ἂν ἐθέλοις, ἐπιδείξασθαι μεγαλοψυχίαν. τοῦτο μέτρον ἀρκοῦν Δομετιανῷ τῆς κολάσεως, τῶν προσδοκωμένων ὁ φόβος καὶ ὧν ἄξιον οἶδεν ἑαυτὸν παθεῖν ὄντα. τούτοις μηδὲν εἰς τιμωρίαν προσθεῖναι αὐτῷ ἱκετεύομεν. καὶ γὰρ ἐκεῖνο σκόπει, ὅτι κύριοι μὲν τῶν ἠδικηκότων πολλοὶ τῶν πρότερον ἤδη γεγόνασιν, ὧν οὐδεὶς πρὸς τοὺς ὕστερον διεπέμφθη λόγος· ἀφῆκαν δὲ τὴν ὀργὴν οἱ φιλοσοφίᾳ τοὺς πολλοὺς ὑπεράραντες, ὧν ἀθάνατος ἡ μνήμη τῷ χρόνῳ παντὶ παραδέδοται. προσκείσθω δὲ καὶ τοῦτο τοῖς περὶ σοῦ διηγήμασι. δὸς ἡμῖν, τοῖς ὑμνεῖν προαιρουμένοις τὰ σά, τὰς ἐν τοῖς ἄνω χρόνοις ᾀδομένας φιλανθρωπίας ὑπερβαλέσθαι. οὕτω καὶ Κροῖσος τῷ παιδοφόνῳ τὴν ὀργὴν ἀφεῖναι λέγεται, ἑαυτὸν παραδόντι εἰς τιμωρίαν· καὶ Κῦρος ὁ μέγας αὐτῷ τούτῳ τῷ Κροίσῳ φίλος γενέσθαι μετὰ τὴν νίκην. τούτοις σε συναριθμήσομεν, καὶ, ὅση δύναμις ἡμετέρα, ταῦτα ἀναγορεύσομεν, εἴπερ μὴ μικροί τινες εἶναι παντάπασιν ἀνδρὸς τοσούτου κήρυκες νομισθείημεν. Ἐκεῖνο δὲ ἐπὶ πᾶσιν εἰπεῖν ἀναγκαῖον, ὅτι τοὺς ὁτιοῦν ἀδικοῦντας οὐχ ὑπὲρ τῶν ἤδη γεγενημένων κολάζομεν (τίς γὰρ ἂν γένοιτο μηχανὴ μὴ γεγενῆσθαι τὰ πεπραγμένα;) ἀλλʼ ὅπως ἂν ἢ αὐτοὶ πρὸς τὸ λοιπὸν ἀμείνους γένοιντο, ἢ ἑτέροις ὑπάρξειαν τοῦ σωφρονεῖν παράδειγμα. τούτων τοίνυν οὐθέτερον ἐνδεῖν ἄν τις ἐν τῷ παρόντι φήσειεν· αὐτός τε γὰρ καὶ μετὰ τὸν θάνατον τούτων μεμνήσεται, τούς τε λοιποὺς τεθνάναι τῷ δέει πρὸς τοῦτον ἀφορῶντας οἴομαι. ὥσθʼ ὅπερ ἂν προσθῶμεν τῇ τιμωρίᾳ, τὴν ὀργὴν ἡμῶν αὐτῶν ἀποπιμπλάναι δόξομεν· ὃ πολλοῦ δεῖν ἐπὶ σοῦ ἀληθὲς εἶναι φαίην ἂν ἔγωγε, καὶ οὐδὲν ἂν τούτων τῶν λόγων προήχθην εἰπεῖν, εἰ μὴ μείζονα τῷ διδόντι τὴν χάριν ἐνεώρων ἢ τοῖς λαμβάνουσιν. οὐδὲ γὰρ ὀλίγοις ἔσται καταφανὴς ἡ μεγαλοψυχία τοῦ τρόπου. Καππαδόκαι γὰρ ἅπαντες ἀποσκοποῦσι τὸ μέλλον, οἷς εὐξαίμην ἂν μετὰ τῶν λοιπῶν ἀγαθῶν τῶν προσόντων σοι καὶ ταύτην ἀπαριθμήσασθαι. Ὀκνῶ δὲ τοῦ γράφειν παύσασθαι, ἡγούμενός μοι ζημίαν οἴσειν τὸ παρεθέν. τοσοῦτόν γε μὴν προσθήσω, ὅτι πολλῶν ἐπιστολὰς ἔχων ἐξαιτουμένων αὐτὸν πασῶν ἡγήσατο προτιμοτέραν εἶναι τὴν παρʼ ἡμῶν, οὐκ οἶδά που μαθὼν εἶναί τινα ἡμῶν λόγον παρὰ τῇ σῇ τελειότητι. ὅπως οὖν μήτε αὐτὸς ψευσθῇ τῶν ἐλπίδων, ἃς ἐφʼ ἡμῖν ἔσχε, καὶ ἡμῖν ὑπάρξῃ πρὸς τοὺς ἐνταῦθα σεμνολογεῖσθαι, παρακέκλησο, δέσποτα ἀνυπέρβλητε, ἐπινεῦσαι πρὸς τὴν αἴτησιν. πάντως δὲ οὐδενὸς χεῖρον τῶν πώποτε φιλοσοφησάντων ἐπέσκεψαι τὰ ἀνθρώπινα, καὶ οἶδας ὡς καλὸς θησαυρὸς πᾶσι τοῖς δεομένοις ὑπουργεῖν προαποκείμενος.