Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Letters

    Letter 120

    Basil of Caesarea

    In the atlas

    2 min
    1. Μελετίῳ, ἐπισκόπῳ Ἀντιοχείας Γράμματα ἐδεξάμην παρὰ τοῦ θεοφιλεστάτου ἐπισκόπου Εὐσεβίου, προστάσσοντα πάλιν γραφῆναι τοῖς δυτικοῖς περί τινων ἐκκλησιαστικῶν. καὶ ἐβουλήθη παρʼ ἡμῶν τυπωθῆναι τὴν ἐπιστολὴν ὑπογραφῆναι δὲ παρὰ πάντων τῶν κοινωνικῶν. ἐπεὶ οὖν οὐχ εὗρον ὅπως ἐπιστείλω περὶ ὧν ἐπέταξε, παρέπεμψα τὸ ὑπομνηστικὸν τῇ θεοσεβείᾳ σου, ἵνα καὶ αὐτῷ ἐντυχὼν καὶ τοῖς ἀναφερομένοις παρὰ τοῦ ποθεινοτάτου ἀδελφοῦ Σαγκτισσίμου τοῦ συμπρεσβυτέρου προσέχων, αὐτὸς καταξιώσῃς ὡς παρίσταταί σοι περὶ τούτων τυπῶσαι, ἡμῶν ἑτοίμως ἐχόντων καὶ αὐτῷ συνθέσθαι καὶ ταχέως ποιῆσαι περικομισθῆναι τοῖς κοινωνικοῖς, ὥστε τὰς πάντων ὑπογραφὰς ἔχοντα ἀπελθεῖν τὸν μέλλοντα ὁρμᾷν πρὸς τοὺς κατὰ τὴν δύσιν ἐπισκόπους. ταχέως ἡμῖν τὸ παριστάμενον τῇ ὁσιότητί σου γνωρισθῆναι κέλευσον, ἵνα μὴ ἀγνοῶμεν τὰ δόξαντά σοι. Περὶ δὲ τῶν τυρευομένων ἢ καὶ ἤδη ἐσκευωρημένων καθʼ ἡμῶν ἐν τῇ Ἀντιοχείᾳ ἀνοίσει ὁ αὐτὸς ἀδελφὸς τῇ τιμιότητί σου, ἐάν περ μὴ προλαβοῦσα ἡ φήμη τῶν γενομένων φανερὰ ποιήσῃ τὰ πεπραγμένα. καὶ γὰρ ἐγγύς ἐστιν ἡ ἐλπὶς τῆς ἐκβάσεως τῶν ἀπειλουμένων. γινώσκειν δὲ βούλομαι τὴν εὐλάβειάν σου, ὅτι ὁ ἀδελφὸς Ἄνθιμος Φαῦστον, τὸν συνόντα τῷ πάπᾳ, ἐπίσκοπον ἐχειροτόνησε, μηδὲ ψήφους δεξάμενος, καὶ τῷ τόπῳ χειροτονήσας τοῦ αἰδεσιμωτάτου ἀδελφοῦ Κυρίλλου· ὥστε στάσεων ἐμπλῆσαι τὴν Ἀρμενίαν. ἵνα τοίνυν μὴ καταψεύσωνται ἡμῶν, μηδὲ αὐτοὶ τὴν αἰτίαν σχῶμεν τῆς ἀταξίας τῶν γενομένων, ἐγνώρισα ταῦτα τῇ σεμνότητί σου. δῆλον δέ, ὡς καὶ αὐτὸς καταξιώσεις γνώριμα ποιῆσαι τοῖς λοιποῖς. ἡγοῦμαι γὰρ πολλοὺς λυπήσειν τὴν ἀταξίαν ταύτην.