Letter 121
Late Antiquity Basil of Caesarea Greek- Θεοδότῳ, ἐπισκόπῳ Νικοπόλεως Πολὺς ὁ χειμὼν καὶ ἐπὶ τὸ μακρότατον παραταθείς, ὡς μηδὲ τὰς διὰ γραμμάτων παραμυθίας ῥᾳδίως ἡμῖν ὑπάρχειν. ὅθεν ὀλιγάκις οἶδα καὶ ἐπιστείλας τῇ εὐλαβείᾳ σου καὶ δεξάμενος γράμματα. ἀλλʼ ἐπειδὴ ὁ ποθεινότατος ἀδελφὸς ἡμῶν Σαγκτίσσιμος ὁ συμπρεσβύτερος τὴν μέχρις ὑμῶν ὁδοιπορίαν ὑπέστη, δι’ αὐτοῦ καὶ προσφθέγγομαί σου τὴν κοσμιότητα, καὶ παρακαλῶ προσεύχεσθαι ὑπὲρ ἐμοῦ καὶ χρῆσαι τὴν ἀκοὴν τῷ προειρημένῳ, ὥστε παρʼ αὐτοῦ διδαχθῆναι τὰ τῶν ἐκκλησιῶν ἐν οἵοις ἐστὶ καὶ τὴν δυνατὴν σπουδὴν εἰσενέγκασθαι εἰς τὰ προκείμενα. Γίνωσκε δὲ ὅτι Φαῦστος γράμματα ἔχων ἧκε πρὸς ἡμᾶς παρὰ πάπα, ἀξιοῦντα αὐτὸν γενέσθαι ἐπίσκοπον. ἐπειδὴ δὲ ᾐτήσαμεν ἡμεῖς, μαρτυρίαν τῆς σῆς εὐλαβείας καὶ τῶν λοιπῶν ἐπισκόπων, καταφρονήσας ἡμῶν πρὸς Ἄνθιμον ᾤχετο, καὶ παρʼ αὐτοῦ λαβὼν τὴν χειροτονίαν χωρὶς ἡμετέρας ὑπομνήσεως ἐπανῆκε.