Letter 123
Late Antiquity Basil of Caesarea Greek- Οὐρβικίῳ μονάζοντι Ἔμελλες ἡμῖν παρέσεσθαι(καὶ τὸ ἀγαθὸν ἐγγὺς) ἄκρῳ γοῦν δακτύλῳ καταψύξαι ἡμᾶς ἐν τοῖς πειρασμοῖς φλεγομένους. εἶτα τί; αἱ ἁμαρτίαι ἡμῶν ἀντέβησαν καὶ διεκώλυσαν τὴν ὁρμήν, ἵνʼ ἀθεράπευτα κάμνωμεν. ὥσπερ γὰρ ἐν τοῖς κύμασι τὸ μὲν λήγει, τὸ δὲ ἀνίσταται, τὸ δὲ ἤδη φρίκῃ μελαίνεται, οὕτω καὶ τῶν ἡμετέρων κακῶν τὰ μὲν πέπαυται, τὰ δὲ πάρεστι, τὰ δὲ προσδοκᾶται· καὶ μία τῶν κακῶν ἡμῖν, ὡς ἐπὶ τὸ πλεῖστον, ἀπαλλαγή, εἶξαι τῷ καιρῷ καὶ ὑπεξελθεῖν τοῖς διώκουσιν. Ἀλλὰ καὶ πάρεσο ἡμῖν, ἢ παραμυθούμενος, ἢ καὶ γνώμην δώσων, ἢ καὶ προπέμψων, πάντως δὲ αὐτῷ τῷ ὀφθῆναι ῥᾴους ποιῄσων. καὶ τὸ μέγιστον, εὔχου, καὶ ὑπερεύχου, μὴ καὶ τοὺς λογισμοὺς ἡμῶν βαπτισθῆναι ὑπὸ τοῦ κακοῦ καὶ τοῦ κλύδωνος, ἀλλʼ ἐν πᾶσι διαφυλάσσειν τῷ Θεῷ τὸ εὐχάριστον, ἵνα μὴ ἐν τοῖς κακοῖς δούλοις ἀριθμηθῶμεν, ἀγαθύνοντι μὲν ἐξομολογούμενοι, παιδεύοντι δὲ διὰ τῶν ἐναντίων μὴ προστιθέμενοι· ἀλλὰ καὶ δι’ αὐτῶν τῶν δυσχερῶν ὠφελώμεθα, μᾶλλον αὐτῷ πιστεύοντες, ὅτε καὶ μᾶλλον χρῄζομεν.