Letter 124
Late Antiquity Basil of Caesarea Greek- Θεοδώρῳ Λέγουσί τινες τοὺς ἑαλωκότας τῷ πάθει τοῦ ἔρωτος, ὅταν κατά τινα βιαιοτέραν ἀνάγκην τῶν ποθουμένων ἀπάγωνται, εἰ πρὸς τὴν εἰκόνα τῆς ἀγαπηθείσης μορφῆς ἀποβλέψειαν, τὸ σφοδρὸν ἀναπαύειν τοῦ πάθους διὰ τῆς ἐν ὀφθαλμοῖς ἀπολαύσεως. εἰ μὲν οὖν ἀληθῆ ταῦτα ἢ μὴ λέγειν οὐκ ἔχω· ὃ δέ μοι πρὸς τὴν σὴν συμβέβηκεν ἀγαθότητα οὐ πόρρω τῶν εἰρημένων ἐστίν. ἐπειδὴ γὰρ γέγονέ τις διάθεσις ἐμοὶ πρὸς τὴν ἱερὰν καὶ ἄδολόν σου ψυχήν, ἵνʼ οὕτως εἴπω, ἐρωτική, τὸ δὲ ἀπολαύειν τῶν ποθουμένων, ὡς οὐδὲ ἄλλο τι τῶν ἀγαθῶν, οὐκ ἐν εὐκολίᾳ ἡμῖν ἐστὶ διὰ τὴν ἐκ τῶν ἁμαρτιῶν ἐναντίωσιν, ἐνόμισα εἰκόνα τῆς ἀγαθότητός σου ἐναργεστάτην ἐν τῇ τῶν εὐλαβεστάτων ἡμῶν ἀδελφῶν παρουσίᾳ ἑωρακέναι. καὶ εἰ δίχα τούτων συνέβη τῇ σῇ με περιτυχεῖν γνησιότητι, ἐλογισάμην ἂν ἐν σοὶ κἀκείνους ἑωρακέναι· διότι τῆς ἀγάπης, λέγω, τοσοῦτον ἐν ἑκάστῳ ὑμῶν τὸ μέτρον ἐστίν, ὡς ἐπίσης τὴν περὶ τοῦ πλείονος ἑκάστῳ φιλονεικίαν ἐμφαίνεσθαι. ἐπὶ τούτοις ηὐχαρίστησα τῷ ἁγίῳ Θεῷ, καὶ εὔχομαι, εἴπερ ἔτι ὑπολείπεταί τις χρόνος ζωῆς, γενέσθαι μοι διὰ σοῦ τὴν ζωὴν ἡδεῖαν, ὡς τό γε νῦν ἄθλιον πρᾶγμα τὸ ζῇν καὶ φευκτὸν εἶναι ἡγοῦμαι, τῆς τῶν φιλτάτων συνουσίας κεχωρισμένον. οὐ γάρ ἐστι, κατὰ τὴν ἐμὴν κρίσιν, ἐφʼ ᾧ τις ἂν εὐθυμήσειε, τῶν ἀληθῶς ἀγαπώντων διεζευγμένος.