Letter 127
Late Antiquity Basil of Caesarea Greek- Εὐσεβίῳ, ἐπισκόπῳ Σαμοσάτων Ὁ φιλάνθ ωπος Θεὸς ὁ συμμέτρους ταῖς θλίψεσι τὰς παρακλήσεις συνάπτων καὶ παρακαλῶν τοὺς ταπεινούς, ἵνα μὴ λάθωσιν ὑπὸ τῆς περισσοτέρας λύπης καταποθέντες, ἴσην ταῖς ἐπιγενομέναις ἡμῖν κατὰ τὴν Νικόπολιν ταραχαῖς τὴν παραμυθίαν ἐπήγαγε, τὸν θεοφιλέστατον ἐπίσκοπον Ἰοβῖνον ἐν καιρῷ ἐπιστήσας· ὃς ὅπως εὐκαίρως ἡμῖν ἐπεφάνη, αὐτὸς διηγησάσθω. ἡμεῖς γὰρ φειδόμενοι τοῦ μήκους τῆς ἐπιστολῆς σιωπήσομεν, καὶ ἵνα μὴ δόξωμεν τοὺς ἐκ μεταβολῆς ἀγαπητοὺς ἡμῖν γενομένους οἱονεὶ τῇ ὑπομνήσει τοῦ σφάλματος στηλιτεύειν. Ἀλλὰ παράσχοι ὁ ἅγιος Θεὸς ἐπιστῆναί σε τοῖς ἡμετέροις τόποις, ὥστε περιπτύξασθαι μὲν τὴν σὴν σεμνοπρέπειαν, διηγήσασθαι δὲ τὰ καθʼ ἕκαστον. πέφυκε γάρ πως τὰ κατὰ τὴν πεῖραν λυπήσαντα ψυχαγωγίαν τινὰ ἔχειν ἐν διηγήμασι. πλὴν ἀλλʼ ὑπὲρ ὧν τελείως μὲν ὡς πρὸς τὴν εἰς ἡμᾶς ἀγάπην, προηγουμένως δὲ καὶ στιβαρῶς ὡς πρὸς τὴν τῶν κανόνων ἀκρίβειαν ὁ θεοφιλέστατος ἐπίσκοπος ἐκινήθη, ἐπαίνεσον αὐτόν, καὶ εὐχαρίστησον τῷ Κυρίῳ, ὅτι τὰ σὰ θρέμματα πανταχοῦ τὸν χαρακτῆρα τῆς σῆς σεμνότητος δείκνυσιν.