Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Letters

    Letter 128

    Basil of Caesarea

    In the atlas

    4 min
    1. Εὐσεβίῳ, ἐπισκόπῳ Σαμοσάων Ἐγὼ τὴν περὶ τὸ εἰρηνεύεσθαι τὰς ἐκκλησίας τοῦ Κυρίου σπουδὴν ἔργῳ μὲν ἐνδείξασθαι ἀξίως οὔπω δεδύνημαι, ἐν δὲ τῇ καρδίᾳ μου τοσαύτην ἔχειν ἐπιθυμίαν φημί, ὥστε ἡδέως ἂν καὶ τὴν ζωὴν τὴν ἐμαυτοῦ προέσθαι ὑπὲρ τοῦ τὴν ὑπὸ τοῦ πονηροῦ ἐξαφθεῖσαν φλόγα τοῦ μίσους κατασβεσθῆναι. καὶ εἰ μὴ τῆς ἐπιθυμίας ἕνεκεν τῆς κατὰ τὴν εἰρήνην ἠνεσχόμην ἐγγίσαι τοῖς κατὰ Κολώνειαν τόποις, μὴ εἰρηνευθείη μοι ἡ ζωή. εἰρήνην μέντοι τὴν ἀληθινὴν τὴν ὑπʼ αὐτοῦ τοῦ Κυρίου καταλειφθεῖσαν ἡμῖν ἐπιζητῶ· καὶ ὃ παρεκάλεσά μοι εἰς πληροφορίαν ὑπάρξαι, οὐκ ἄλλο τι ἐπιθυμοῦντός ἐστιν ἢ τῆς ἀληθινῆς εἰρήνης, κἂν ἄλλως τινὲς διαστρέφοντες τὴν ἀλήθειαν ἐξηγῶνται. ἐκεῖνοι μὲν οὖν κεχρήσθωσαν ταῖς γλώσσαις αὐτῶν ἐφʼ ἃ βούλονται· πάντως γὰρ αὐτοῖς ποτὲ τῶν ῥημάτων τούτων μεταμελήσει. Τὴν δὲ σὴν ὁσιότητα παρακαλῶ μεμνῆσθαι τῶν ἐξ ἀρχῆς προτάσεων, καὶ μὴ παράγεσθαι ἄλλας ἀποκρίσεις ἀντʼ ἄλλων ἐρωτημάτων δεχόμενον, μηδὲ ποιεῖν ἐνεργὰ τὰ σοφίσματα τῶν ἄνευ τῆς περὶ τὸ λέγειν δυνάμεως ἀπʼ αὐτῆς μόνης τῆς γνώμης δεινότατα πάντων τὴν ἀλήθειαν κακουργούντων. προέτεινα γὰρ ἁπλᾶ καὶ σαφῆ καὶ εὐμνημόνευτα ῥήματα· εἰ τοὺς μὴ δεχομένους τὴν ἐν Νικαίᾳ πίστιν παραιτούμεθα εἰς κοινωνίαν, καὶ εἰ μετὰ τῶν κτίσμα λέγειν τὸ Πνεῦμα τὸ ἅγιον ἀποτολμώντων τὸ μέρος ἔχειν οὐκ ἀνεχόμεθα. ὁ δέ, ἀντὶ τοῦ πρὸς ἔπος ταῖς ἐρωτήσεσιν ἀποκρίνασθαι, ἐκεῖνα ἡμῖν ἐρραψῴδησεν ἅπερ ἀπέστειλας· καὶ τοῦτο οὐκ ἀφελείᾳ γνώμης, ὡς ἄν τῳ δόξαι, οὐδὲ τῷ μὴ δύνασθαι συνορᾷν τὸ ἀκόλουθον. ἀλλʼ ἐκεῖνο λογίζεται, ὅτι ἀρνούμενος μὲν ἡμῶν τὴν πρότασιν, τοῖς λαοῖς ἑαυτὸν κατάδηλον ποιήσει, συντιθέμενος δὲ ἡμῖν, τῆς μεσότητος ἀποστήσεται, ἧς οὐδὲν αὐτῷ μέχρι τοῦ νῦν γέγονε προτιμότερον. μὴ τοίνυν ἡμᾶς κατασοφιζέσθω, μηδὲ μετὰ τῶν ἄλλων καὶ τὴν σὴν παρακρουέσθω φρόνησιν· ἀλλὰ σύντομον ἡμῖν λόγον ἀποστειλάτω πρὸς τὸ ἐρώτημα, ἢ ὁμολογῶν τὴν κοινωνίαν πρὸς τοὺς ἐχθροὺς τῆς πίστεως, ἢ ἀρνούμενος. ἐὰν ταῦτα συμπείσῃς αὐτὸν καὶ πέμψῃς μοι ὀρθὰς καὶ οἵας εὔχομαι τὰς ἀποκρίσεις, ἐγώ εἰμι ὁ τὰ κατόπιν πάντα ἡμαρτηκώς· ἐγὼ δέχομαι πᾶσαν τὴν αἰτίαν ἐκείνην ἐπʼ ἐμαυτόν· τότε με ἀπαίτει ταπεινοφροσύνης ἐπίδειξιν. ἕως δʼ ἂν μηδὲν γένηται τούτων, σύγγνωθι, θεοφιλέστατε πάτερ, μὴ δυναμένῳ μετὰ ὑποκρίσεως θυσιαστηρίῳ Θεοῦ παρεστάναι. εἰ γὰρ μὴ τοῦτο ἐφοβούμην, τίνος ἕνεκεν ἐμαυτὸν ἐχώριζον Εὐϊππίου, τοιούτου μὲν τὰ περὶ λόγους, τοσοῦτον δὲ χρόνῳ προήκοντος, τοσαῦτα δὲ τῆς πρὸς ἡμᾶς φιλίας δίκαια κεκτημένου; εἰ δὲ ἐκεῖνα καλῶς καὶ προσηκόντως ὑπὲρ τῆς ἀληθείας ἐπράξαμεν, γελοῖον δή που τοῖς τὰ αὐτὰ ἐκείνῳ λέγουσι διὰ τῆς τῶν εὐφυῶν τούτων καὶ χαριέντων μεσότητος συναπτόμενον φαίνεσθαι. Οὐ μὴν οὐδὲ παντελῶς μοι δοκεῖ τῶν μὴ δεχομένων τὴν πίστιν ἀλλοτριοῦν ἑαυτούς, ἀλλὰ ποιήσασθαί τινα τῶν ἀνδρῶν ἐπιμέλειαν κατὰ τοὺς παλαιοὺς θεσμοὺς τῆς ἀγάπης, καὶ ἐπιστεῖλαι αὐτοῖς ἀπὸ μιᾶς γνώμης, πᾶσαν παράκλησιν μετʼ εὐσπλαγχνίας προσάγοντας, καὶ τὴν τῶν πατέρων πίστιν προτεινομένους προκαλεῖσθαι αὐτοὺς εἰς συνάφειαν· κἂν μὲν πείσωμεν, κοινῶς αὐτοῖς ἑνωθῆναι· ἐὰν δὲ ἀποτύχωμεν, ἀρκεῖσθαι ἡμᾶς ἀλλήλοις, τὸν δὲ ἐπαμφοτερισμὸν τοῦτον ἐξορίσαι τοῦ ἤθους, ἀναλαβόντας τὴν εὐαγγελικὴν καὶ ἄδολον πολιτείαν, ᾗ συνέζων οἱ ἐξ ἀρχῆς προσελθόντες τῷ λόγῳ. ἦν γάρ, φησί, τῶν πιστευσάντων καρδία καὶ ψυχὴ μία. ἐὰν μὲν οὖν πεισθῶσί σοι, ταῦτα ἄριστα. εἰ δὲ μή, γνωρίσατε τοὺς πολεμοποιούς, καὶ παύσασθε ἡμῖν τοῦ λοιποῦ περὶ διαλλαγῶν ἐπιστέλλοντες.