Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Letters

    Letter 129

    Basil of Caesarea

    In the atlas

    4 min
    1. Μελετίῳ, ἐπισκόπῳ Ἀντιοχείας Ἤιδειν ὅτι ξενίσει τὴν ἀκοὴν τῆς τελειότητός σου τὸ νῦν ἐπιφυὲν ἔγκλημα τῷ πάντα εἰπεῖν εὐκόλῳ Ἀπολιναρίῳ. καὶ γὰρ οὐδὲ αὐτὸς τὸν πρὸ τούτου χρόνον ἤμην ἐπιστάμενος ἔχειν· ἀλλὰ νῦν οἱ Σεβαστηνοὶ διερευνησάμενοί ποθεν αὐτὰ εἰς τὸ μέσον ἤνεγκαν, καὶ περιφέρουσι σύνταγμα, ἐξ οὗ μάλιστα καὶ ἡμᾶς καταδικάζουσιν, ὡς τὰ αὐτὰ φρονοῦντας, ἔχον ῥήσεις τοιαύτας· ὥστε πανταχῆ συνεζευγμένως, μᾶλλον δὲ ἡνωμένως τῇ ἑτερότητι νοεῖν ἀναγκαῖον τὴν πρώτην ταυτότητα, καὶ δευτέραν καὶ τρίτην λέγοντας τὴν αὐτήν. ὅπερ γάρ ἐστι πρώτως ὁ Πατήρ, τοῦτό ἐστι δευτέρως ὁ Υἱός, καὶ τρίτως τὸ Πνεῦμα. αὖθις δὲ ὅπερ ἐστὶ πρώτως τὸ Πνεῦμα τοῦτο δευτέρως τὸν Υἱόν, καθὸ δὴ καὶ ὁ Κύριός ἐστι τὸ Πνεῦμα· καὶ τρίτως τὸν Πατέρα καθὸ δὴ Πνεῦμα ὁ Θεός. καὶ ὡς βιαιότερον σημᾶναι τὸ ἄρρητον, τὸν Πατέρα πατρικῶς Υἱὸν εἶναι, τὸν δὲ Υἱὸν υἱικῶς Πατέρα. καὶ ὡσαύτως ἐπὶ τοῦ Πνεύματος, καθὸ δὴ εἷς Θεὸς ἡ Τριάς. Ταῦτά ἐστι τὰ θρυλλούμενα, ἃ οὐδέποτε δύναμαι πιστεῦσαι πλάσματα εἶναι τῶν περιφερόντων, εἰ καὶ ὅτι ἐκ τῆς καθʼ ἡμῶν συκοφαντίας οὐδὲν λογίζομαι αὐτοῖς ἀτόλμητον εἶναι. γράφοντες γάρ τισι τῶν καθʼ ἑαυτούς, καὶ προσθέντες τὴν καθʼ ἡμῶν διαβολήν, ἐπήγαγον ταῦτα, ῥήματα μὲν αἱρετικῶν ὀνομάσαντες, τὸν δὲ πατέρα τῆς συγγραφῆς ἀποκρυψάμενοι, ἵνα τοῖς πολλοῖς ἡμεῖς νομισθῶμεν εἶναι οἱ λογογράφοι. πλὴν ἀλλʼ οὐκ ἂν μέχρι τοῦ καὶ ῥήματα συνθεῖναι προῆλθεν αὐτῶν ἡ ἐπίνοια, ὥς γε ἐμαυτὸν πείθω. ὅθεν, ὑπὲρ τοῦ καὶ τὴν καθʼ ἡμῶν κρατοῦσαν βλασφημίαν ἀπώσασθαι, καὶ δεῖξαι πᾶσιν, ὡς οὐδὲν ἡμῖν ἐστὶ κοινὸν πρὸς τοὺς ἐκεῖνο λέγοντας, ἠναγκάσθημεν μνησθῆναι τοῦ ἀνδρός, ὡς προσεγγίζοντος τῇ ἀσεβείᾳ τοῦ Σαβελλίου. καὶ ταῦτα μὲν εἰς τοσοῦτον. Ἀπὸ δὲ τοῦ στρατοπέδου ἧκέ τις ἀγγέλλων, ἐπὶ τῇ πρώτῃ κινήσει τοῦ κρατοῦντος, ἣν ἐκίνησαν αὐτὸν οἱ τὰς διαβολὰς ἡμῶν καταχέοντες, γεγενῆσθαί τινα καὶ δευτέραν γνώμην, ὥστε μὴ δοθῆναι ἡμᾶς ἐκδότους τοῖς κατηγόροις, μήτε παραδοθῆναι ἡμᾶς τῷ ἐκείνων θελήματι, ὅπερ ἦν ἐξ ἀρχῆς ὁρισθέν· ἀλλά τινα γενέσθαι τέως ἀναβολήν. ἐὰν οὖν ἢ ταῦτα μένῃ, ἢ τούτων τι δόξῃ φιλανθρωπότερον, σημανοῦμέν σου τῇ θεοσεβείᾳ. ἐὰν δὲ κρατῇ τὰ πρότερα, οὐδὲ τοῦτό σε λήσεται. Ὁ μέντοι ἀδελφὸς Σαγκτίσσιμος πάντως ἐστὶ παρʼ ὑμῖν πάλαι, καὶ ἃ ἐπιζητεῖ δῆλα γέγονε τῇ τελειότητί σου. εἰ οὖν φαίνεται ἀναγκαῖόν τι ἔχειν ἡ πρὸς τοὺς δυτικοὺς ἐπιστολή, καταξίωσον τυπώσας αὐτὴν διαπέμψασθαι ἡμῖν, ὥστε ποιῆσαι ὑπογραφῆναι παρὰ τῶν ὁμοψύχων καὶ ἑτοίμην ἔχειν τὴν ὑπογραφήν, ἐν χάρτῃ κεχωρισμένῳ ἐντετυπωμένην, ὃν δυνάμεθα συνάψαι τῷ παρὰ τοῦ ἀδελφοῦ ἡμῶν τοῦ συμπρεσβυτέρου περικομιζομένῳ. ἐγὼ μὲν γὰρ οὐδὲν εὑρὼν συνεκτικὸν ἐν τῷ ὑπομνηστικῷ, οὐκ ἔσχον ὑπὲρ οὗ ἐπιστείλω τοῖς ἐν τῇ δύσει. τὰ μὲν γὰρ ἀναγκαῖα προείληπται· τὰ δὲ περιττὰ γράφειν παντελῶς μάταιον. περὶ δὲ τῶν αὐτῶν ἐνοχλεῖν μὴ καὶ γελοῖον εἴη; Ἐκείνη δέ μοι ἔδοξεν ὥσπερ ἀγύμναστος εἶναι ἡ ὑπόθεσις καὶ χώραν παρέχειν γράμμασι, τὸ παρακαλέσαι αὐτοὺς μὴ ἀκρίτως δέχεσθαι τὰς κοινωνίας τῶν ἐκ τῆς ἀνατολῆς ἀφικνουμένων, ἀλλʼ ἅπαξ μίαν μερίδα ἐκλεξαμένους, τοὺς λοιποὺς ἐκ τῆς μαρτυρίας τῶν κοινωνικῶν προσλαμβάνεσθαι· καὶ μὴ παντὶ τῷ πίστιν γράφοντι ἐπὶ προφάσει δὴ τῆς ὀρθοδοξίας προστίθεσθαι. οὕτω γὰρ εὑρεθήσονται τοῖς μαχομένοις κοινωνοῦντες, οἳ τὰ μὲν ῥήματα πολλάκις τὰ αὐτὰ προβάλλονται, μάχονται δὲ ἀλλήλοις ὅσον οἱ πλεῖστον διεστηκότες. ἵνʼ οὖν μὴ ἐπὶ πλεῖον ἡ αἵρεσις ἐξάπτηται τῶν πρὸς ἀλλήλους διαστασιαζόντων ἀντιπροβαλλομένων τὰ παρʼ αὐτῶν γράμματα, παρακληθῆναι αὐτοὺς ἔδει κεκριμένας ποιεῖσθαι καὶ τὰς τῶν ἐντυγχανόντων αὐτοῖς κοινωνίας καὶ τὰς ἐγγράφως γινομένας κατὰ τὸν τύπον τῆς Ἐκκλησίας.