Letter 130
Late Antiquity Basil of Caesarea Greek- Θεοδότῳ, ἐπισκόπῳ Νικοπόλεως Καλῶς καὶ προσηκόντως ἡμῶν καθήψω, τιμιώτατε ὡς ἀληθῶς καὶ ποθεινότατε ἀδελφέ, ὅτι ἐξ οὗ ἀνεχωρήσαμεν τότε τῆς σῆς εὐλαβείας τὰς περὶ τῆς πίστεως ἐκείνας προτάσεις τῷ Εὐσταθίῳ φέροντες, οὐδέν σοι οὔτε μικρὸν οὔτε μεῖζον τῶν κατʼ αὐτὸν ἐδηλώσαμεν. ἐγὼ δὲ οὐχ ὡς εὐκαταφρονήτων τῶν παρʼ αὐτοῦ γενομένων εἰς ἡμᾶς ὑπερεῖδον, ἀλλʼ ὡς εἰς πάντας λοιπὸν τοὺς ἀνθρώπους διαβοηθείσης τῆς φήμης, καὶ οὐδενὸς τῆς παρʼ ἡμῶν διδασκαλίας εἰς τὸ τὴν προαίρεσιν τοῦ ἀνδρὸς διδαχθῆναι προσδεομένου. τοῦτο γὰρ καὶ αὐτὸς ἐπενόησεν, ὥσπερ φοβούμενος μὴ ὀλίγους σχῇ τῆς ἑαυτοῦ γνώμης μάρτυρας, εἰς πᾶσαν ἐσχατιὰν τὰς ἐπιστολὰς ἃς καθʼ ἡμῶν συνέγραψε διαπεμψάμενος. τῆς μὲν οὖν κοινωνίας ἡμῶν αὐτὸς ἀπέρρηξεν ἑαυτόν, μήτε κατὰ τὸν ὡρισμένον τόπον συνδραμεῖν ἡμῖν ἀνασχόμενος, μήτε τοὺς μαθητὰς ἑαυτοῦ παραγαγών, ὅπερ ὑπέσχετο· ἀλλὰ καὶ ἡμᾶς στηλιτεύων ἐν πανδήμοις συνόδοις, μετὰ τοῦ Κίλικος Θεοφίλου, γυμνῇ καὶ ἀπαρακαλύπτῳ τῇ βλασφημίᾳ ὡς ἀλλότρια τῆς ἑαυτοῦ διδασκαλίας ταῖς ψυχαῖς τοῦ λαοῦ ἐνσπείραντας δόγματα. ἱκανὰ μὲν οὖν ἦν καὶ ταῦτα πᾶσαν ἡμῶν τὴν πρὸς αὐτὸν συνάφειαν διαλῦσαι. ἐπειδὴ δὲ καὶ εἰς Κιλικίαν ἐλθών, καὶ συντυχὼν Γελασίῳ τινί, πίστιν αὐτῷ ἐξέθετο, ἣν μόνου ἦν Ἀρείου συγγράψαι καὶ εἴ τις αὐτοῦ γνήσιος μαθητής, τότε δὴ καὶ πλέον πρὸς τὸν χωρισμὸν ἐβεβαιώθημεν, λογισάμενοι, ὅτι οὔτε Αἰθίοψ ἀλλάξει ποτὲ τὸ δέρμα αὐτοῦ, οὔτε πάρδαλις τὰ ποικίλματα αὐτῆς, οὔτε ὁ ἐν διαστρόφοις δόγμασι συντραφεὶς ἀποτρίψασθαι δύναται τὸ κακὸν τῆς αἱρέσεως. Ἐπενεανιεύσατο δὲ τούτοις καὶ γράψας καθʼ ἡμῶν, μᾶλλον δὲ συγγράψας λόγους μακροὺς πάσης λοιδορίας καὶ συκοφαντίας γέμοντας· ὑπὲρ ὧν οὐδὲν ἀπεκρινάμεθα τέως, διὰ τὸ διδαχθῆναι παρὰ τοῦ ἀποστόλου, μὴ ἑαυτοὺς ἐκδικεῖν, ἀλλὰ διδόναι τόπον τῇ ὀργῇ· καὶ ἅμα ἐννοήσαντες τὸ βάθος τῆς ὑποκρίσεως, μεθʼ ἧς πάντα τὸν χρόνον ἡμῖν προσηνέχθη, ἀφασίᾳ τινὶ ὑπʼ ἐκπλήξεως κατεσχέθημεν. Εἰ δὲ καὶ μηδὲν ἦν ἐκείνων, τὸ ὑπόγυον τοῦτο, τὸ τολμηθὲν αὐτῷ, τίνι οὐκ ἂν φρίκην καὶ ἀποστροφὴν παντελῆ τοῦ ἀνδρὸς ἐνεποίησεν; ὅς γε, ὡς ἀκούω (εἴ γε ἀληθὴς ὁ λόγος καὶ μὴ πλάσμα ἐστὶν ἐπὶ διαβολῇ συντεθέν), ὅτι καὶ ἀναχειροτονῆσαί τινας ἐτόλμησεν, ὃ μέχρι σήμερον οὐδεὶς τῶν αἱρετικῶν ποιήσας φαίνεται. πῶς οὖν δυνατὸν πράως φέρειν ἡμᾶς τὰ τοιαῦτα καὶ ἰάσιμα εἶναι νομίζειν τοῦ ἀνδρὸς τὰ ἁμαρτήματα ; μὴ τοίνυν ψευδέσι λόγοις παράγεσθε, μηδὲ ὑπονοίαις ἀνδρῶν πάντα εὐκόλως πρὸς τὸ κακὸν ἐκλαμβανόντων πείθεσθε, ὡς ἄρα ἡμεῖς ἀδιάφορα τιθέμεθα τὰ τοιαῦτα. γίνωσκε γάρ, ποθεινότατε ἡμῖν καὶ τιμιώτατε, ὅτι οὔπω οἶδα τοσοῦτον πένθος ἄλλοτε τῇ ψυχῇ μου παραδεξάμενος, ὅσον νῦν, ὅτε ἤκουσα τῶν ἐκκλησιαστικῶν θεσμῶν τὴν σύγχυσιν. ἀλλὰ μόνον εὔχου, ἵνα δῴη ἡμῖν ὁ Κύριος μηδὲν κατὰ θυμὸν ἐνεργεῖν, ἀλλʼ ἔχειν τὴν ἀγάπην, ἥτις οὐκ ἀσχημονεῖ, οὐ φυσιοῦται. ὅρα γὰρ ὅπως οἱ μὴ ἔχοντες ταύτην ἐπήρθησαν μὲν ὑπὲρ τὰ μέτρα τὰ ἀνθρώπινα, ἐνασχημονοῦσι δὲ τῷ βίῳ, κατατολμῶντες πράξεων, ὧν ὁ παρελθὼν χρόνος οὐκ ἔχει τὰ ὑποδείγματα.