Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Letters

    Letter 135

    Basil of Caesarea

    In the atlas

    3 min
    1. Διοδώρῳ, πρεσβυτέρῳ Ἀντιοχείας Ἐνέτυχον τοῖς ἀποσταλεῖσι βιβλίοις παρὰ τῆς τιμιότητός σου. καὶ τῷ μὲν δευτέρῳ ὑπερήσθην, οὐ διὰ τὴν βραχύτητα μόνον, ὡς εἰκὸς ἦν τὸν ἀργῶς πρὸς πάντα καὶ ἀσθενῶς λοιπὸν διακείμενον, ἀλλʼ ὅτι πυκνόν τε ἅμα ἐστὶ ταῖς ἐννοίαις, καὶ εὐκρινῶς ἐν αὐτῷ ἔχουσιν αἵ τε ἀντιθέσεις τῶν ὑπεναντίων καὶ αἱ πρὸς αὐτὰς ἀπαντήσεις· καὶ τὸ τῆς λέξεως ἁπλοῦν τε καὶ ἀκατάσκευον πρέπον ἔδοξέ μοι εἶναι προθέσει Χριστιανοῦ, οὐ πρὸς ἐπίδειξιν μᾶλλον ἢ κοινὴν ὠφέλειαν συγγράφοντος. τὸ δὲ πρότερον, τὴν μὲν δύναμιν ἔχον τὴν αὐτὴν ἐν τοῖς πράγμασι, λέξει δὲ πολυτελεστέρᾳ καὶ σχήμασι ποικίλοις καὶ διαλογικαῖς χάρισι κεκομψευμένον, πολλοῦ μοι ἐφάνη καὶ χρόνου πρὸς τὸ ἐπελθεῖν καὶ πόνου διανοίας πρὸς τὸ καὶ συλλέξαι τὰς ἐννοίας καὶ παρακατασχεῖν αὐτὰς τῇ μνήμῃ δεόμενον. αἱ γὰρ ἐν τῷ μεταξὺ παρεμβαλλόμεναι διαβολαὶ τῶν ὑπεναντίων καὶ συστάσεις τῶν ἡμετέρων, εἰ καὶ γλυκύτητάς τινας ἐπεισάγειν δοκοῦσι διαλεκτικὰς τῷ συγγράμματι, ἀλλʼ οὖν τῷ σχολὴν καὶ διατριβὴν ἐμποιεῖν διασπῶσι μὲν τὸ συνεχὲς τῆς ἐννοίας καὶ τοῦ ἐναγωνίου λόγου τὸν τόνον ὑποχαυνοῦσιν. Ἐκεῖνο γὰρ πάντως συνεῖδέ σου ἡ ἀγχίνοια, ὅτι καὶ τῶν ἔξωθεν φιλοσόφων οἱ τοὺς διαλόγους συγγράψαντες, Ἀριστοτέλης μὲν καὶ Θεόφραστος, εὐθὺς αὐτῶν ἥψαντο τῶν πραγμάτων, διὰ τὸ συνειδέναι ἑαυτοῖς τῶν Πλατωνικῶν χαρίτων τὴν ἔνδειαν. Πλάτων δὲ τῇ ἐξουσίᾳ τοῦ λόγου ὁμοῦ μὲν τοῖς δόγμασι μάχεται, ὁμοῦ δὲ καὶ παρακωμῳδεῖ τὰ πρόσωπα, Θρασυμάχου μὲν τὸ θρασὺ καὶ ἰταμὸν διαβάλλων, Ἱππίου δὲ τὸ κοῦφον τῆς διανοίας καὶ χαῦνον, καὶ Πρωταγόρου τὸ ἀλαζονικὸν καὶ ὑπέρογκον. ὅπου δὲ ἀόριστα πρόσωπα ἐπεισάγει τοῖς διαλόγοις, τῆς μὲν εὐκρινείας ἕνεκεν τῶν πραγμάτων κέχρηται τοῖς προσδιαλεγομένοις, οὐδὲν δὲ ἕτερον ἐκ τῶν προσώπων ἐπεισκυκλεῖ ταῖς ὑποθέσεσιν· ὅπερ ἐποίησεν ἐν τοῖς Νόμοις. Δεῖ οὖν καὶ ἡμᾶς τοὺς οὐ κατὰ φιλοτιμίαν ἐρχομένους ἐπὶ τὸ γράφειν, ἀλλʼ ὑποθήκας καταλιμπάνειν ὠφελίμων λόγων τῇ ἀδελφότητι προελομένους, ἐὰν μέν τι πᾶσι προκεκηρυγμένον ἐπὶ αὐθαδείᾳ τρόπου πρόσωπον ὑποβαλλώμεθα, τινὰ καὶ ἀπὸ προσώπου ποιότητος παραπλέκειν τῷ λόγῳ, εἴπερ ὅλως ἐπιβάλλει ἡμῖν διαβάλλειν ἀνθρώπους, τῶν πραγμάτων ἀφεμένους. ἐὰν δὲ ἀόριστον ᾖ τὸ διαλεγόμενον, αἱ πρὸς τὰ πρόσωπα διαστάσεις τὴν μὲν συνάφειαν διακόπτουσι, πρὸς οὐδὲν δὲ πέρας χρήσιμον ἀπαντῶσι. Ταῦτα εἶπον ἵνα δειχθῇ, ὅτι οὐκ εἰς κόλακος χεῖρας ἀπέστειλάς σου τοὺς πόνους, ἀλλὰ ἀδελφῷ τῷ γνησιωτάτῳ ἐκοινώνησας τῶν καμάτων. εἶπον δὲ οὐ πρὸς ἐπανόρθωσιν τῶν γεγραμμένων, ἀλλὰ πρὸς φυλακὴν τῶν μελλόντων. πάντως γὰρ ὁ τοσαύτῃ περὶ τὸ γράφειν ἕξει καὶ σπουδῇ κεχρημένος οὐκ ἀποκνήσει γράφων· ἐπειδὴ οὐδὲ οἱ τὰς ὑποθέσεις παρέχοντες ἀπολήγουσιν. ἡμῖν δὲ ἀρκέσει μὲν ἀναγινώσκειν τὰ ὑμέτερα· τοῦ δὲ δύνασθαι γράφειν τι τοσοῦτον ἀποδέομεν, ὅσον μικροῦ δέω λέγειν, καὶ τοῦ ὑγιαίνειν, ἢ καὶ τοῦ μετρίαν σχολὴν ἄγειν ἀπὸ τῶν πραγμάτων. Ἀπέστειλα δὲ νῦν διὰ τοῦ ἀναγνώστου τὸ μεῖζον καὶ πρότερον, ἐπελθὼν αὐτὸ ὡς ἐμοὶ δυνατόν. τὸ δὲ δεύτερον παρακατέσχον, βουλόμενος αὐτὸ μεταγράψαι, καὶ μὴ εὐπορῶν τέως τινὸς τῶν εἰς τάχος γραφόντων. μέχρι γὰρ τοσαύτης ἦλθε πενίας τὰ ἐπίφθονα Καππαδοκῶν.