Letter 159
Late Antiquity Basil of Caesarea Greek- Εὐπατερίῳ, καὶ τῇ θυγατρί Ὅσην εὐφροσύνην παρέσχε μοι τὸ γράμμα τῆς κοσμιότητός σου εἰκάζεις πάντως αὐτοῖς τοῖς ἐπεσταλμένοις. τί γὰρ ἂν ἥδιον γένοιτο ἀνθρώπῳ εὐχὴν ποιουμένῳ φοβουμένοις Θεὸν ἀεὶ προσομιλεῖν καὶ τοῦ παρʼ αὐτῶν κέρδους μεταλαμβάνειν, γραμμάτων τοιούτων, δι’ ὧν ἡ Θεοῦ γνῶσις ἐπιζητεῖται; εἰ γὰρ τὸ ζῇν ἡμῖν Χριστός, ἀκολούθως καὶ ὁ λόγος ἡμῶν περὶ Χριστοῦ ὀφείλει εἶναι, καὶ ἡ ἔννοια καὶ πᾶσα πρᾶξις τῶν ἐντολῶν αὐτοῦ ἠρτῆσθαι, καὶ ἡ ψυχὴ ἡμῶν κατʼ αὐτὸν μεμορφῶσθαι. χαίρω τοίνυν περὶ τοιούτων ἐρωτώμενος καὶ συγχαίρω τοῖς ἐρωτῶσιν. ἡμῖν τοίνυν ἑνὶ μὲν λόγῳ ἡ τῶν ἐν Νικαίᾳ συνελθόντων πατέρων πίστις πασῶν τῶν ὕστερον ἐφευρεθεισῶν προτετίμηται· ἐν ᾗ ὁμοούσιος ὁμολογεῖται ὁ Υἱὸς τῷ Πατρί, καὶ τῆς αὐτῆς ὑπάρχων φύσεως ἧς ὁ γεννήσας. φῶς γὰρ ἐκ φωτός, καὶ Θεὸν ἐκ Θεοῦ, καὶ ἀγαθὸν ἐξ ἀγαθοῦ, καὶ τὰ τοιαῦτα πάντα, ὑπό τε τῶν ἁγίων ἐκείνων ὡμολογήθη· καὶ ὑφʼ ἡμῶν νῦν, τῶν εὐχομένων κατʼ ἴχνη βαίνειν ἐκείνοις, προσμαρτυρεῖται. Ἐπειδὴ δὲ τὸ νῦν ἀνακύψαν παρὰ τῶν ἀεὶ καινοτομεῖν ἐπιχειρούντων ζήτημα, παρασιωπηθὲν τοῖς πάλαι διὰ τὸ ἀναντίρρητον, ἀδιάρθρωτον κατελείφθη (λέγω δὴ τὸ περὶ τοῦ ἁγίου Πνεύματος). προστίθεμεν τὸν περὶ τούτου λόγον ἀκολούθως τῇ τῆς Γραφῆς ἐννοίᾳ· ὅτι ὡς βαπτιζόμεθα, οὕτω καὶ πιστεύομεν· ὡς πιστεύομεν, οὕτω καὶ δοξολογοῦμεν. ἐπειδὴ οὖν βάπτισμα ἡμῖν δέδοται παρὰ τοῦ Σωτῆρος εἰς ὄνομα Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, ἀκόλουθον τῷ βαπτίσματι τὴν ὁμολογίαν τῆς πίστεως παρεχόμεθα, ἀκόλουθον δὲ καὶ τὴν δοξολογίαν τῇ πίστει, συνδοξάζοντες Πατρὶ καὶ Υἱῷ τὸ ἅγιον Πνεῦμα, τῷ πεπεῖσθαι μὴ ἀλλότριον εἶναι τῆς θείας φύσεως. οὐ γὰρ ἂν τῶν αὐτῶν μετέσχε τιμῶν τὸ ἀπεξενωμένον κατὰ τὴν φύσιν. τοὺς δὲ κτίσμα λέγοντας τὸ Πνεῦμα τὸ ἅγιον ἐλεοῦμεν, ὡς εἰς τὸ ἀσυγχώρητον πτῶμα τῆς εἰς αὐτὸ βλασφημίας διὰ τῆς τοιαύτης φωνῆς καταπίπτοντας. ὅτι γὰρ διώρισται κτίσις θεότητος οὐδενὸς λόγου προσδεῖ τοῖς κατὰ μικρὸν ταῖς Γραφαῖς ἐγγεγυμνασμένοις. ἡ μὲν γὰρ κτίσις δουλεύει, τὸ δὲ Πνεῦμα ἐλευθεροῖ· ἡ κτίσις ζωῆς προσδεής ἐστι, τὸ Πνεῦμά ἐστι τὸ ζωοποιοῦν· ἡ κτίσις διδασκαλίας προσδεῖται, τὸ Πνεῦμά ἐστι τὸ δίδασκον· ἡ κτίσις ἁγιάζεται, τὸ Πνεῦμά ἐστι τὸ ἁγίαζον. κἂν ἀγγέλους εἴπῃς, κἂν ἀρχαγγέλους, κἂν πάσας τὰς ὑπερκοσμίους δυνάμεις, διὰ τοῦ Πνεύματος τὴν ἁγιωσύνην λαμβάνουσιν. αὐτὸ δὲ τὸ Πνεῦμα φυσικὴν ἔχει τὴν ἁγιότητα, οὐ κατὰ χάριν λαβόν, ἀλλὰ συνουσιωμένην αὐτῷ· ὅθεν καὶ τῆς προσηγορίας τῆς τοῦ ἁγίου ἐξαιρέτως τετύχηκεν. ὃ τοίνυν φύσει ἅγιον, ὡς φύσει ἅγιος ὁ Πατήρ, καὶ φύσει ἅγιος ὁ Υἱός, οὔτε αὐτοὶ τῆς θείας καὶ μακαρίας Τριάδος χωρίσαι καὶ διατεμεῖν ἀνεχόμεθα, οὔτε τοὺς εὐκόλως τῇ κτίσει συναριθμοῦντας ἀποδεχόμεθα. Ταῦτα, ὥσπερ ἐν κεφαλαίῳ, ἀρκούντως τῇ εὐλαβείᾳ ὑμῶν εἰρήσθω. ἀπὸ γὰρ μικρῶν σπερμάτων γεωργήσετε τὸ πλεῖον τῆς εὐσεβείας, συνεργοῦντος ὑμῖν τοῦ ἁγίου Πνεύματος. δίδου γὰρ σοφῷ ἀφορμήν, καὶ σοφώτερος ἔσται. τὴν δὲ τελειοτέραν διδασκαλίαν εἰς τὴν κατʼ ὀφθαλμοὺς συντυχίαν ὑπερθησόμεθα, δι’ ἧς καὶ τὰ ἀντικείμενα ἐπιλύσασθαι, καὶ πλατυτέρας τὰς ἐκ τῶν Γραφῶν παρασχέσθαι μαρτυρίας, καὶ πάντα τύπον τὸν ὑγιῆ τῆς πίστεως βεβαιώσασθαι δυνατόν. τὸ δὲ νῦν ἔχον συγγνώμην νείματε τῇ βραχύτητι. καὶ γὰρ οὐδʼ ἂν ἐπέστειλα τὴν ἀρχήν, εἰ μὴ μείζονα ἡγούμην τὴν βλάβην ἀρνήσασθαι τὴν αἴτησιν παντελῶς, ἢ ἐλλιπῶς παρασχέσθαι.