Letter 158
Late Antiquity Basil of Caesarea Greek- Ἀντιόχῳ Ἐπειδὴ ἀντέστησάν μοι αἱ ἁμαρτίαι μου πρὸς τὸ μὴ δυνηθῆναί με ἣν πάλαι εἶχον ἐπιθυμίαν τῆς ὑμετέρας συντυχίας ἀγαγεῖν εἰς πέρας, γράμμασι γοῦν παραμυθοῦμαι τὴν ἀπόλειψιν· καὶ παρακαλοῦμεν μὴ διαλιπεῖν μεμνημένους ἡμῶν ἐν ταῖς προσευχαῖς, ἵνα, ἐὰν ζῶμεν, καταξιωθῶμεν ὑμῶν ἀπολαῦσαι, εἰ δὲ μή, διὰ τῆς βοηθείας τῶν προσευχῶν ὑμῶν μετὰ ἀγαθῆς ἐλπίδος μεταναστεύσωμεν ἀπὸ τοῦ κόσμου τούτου. τὸν δὲ ἀδελφὸν τὸν ἐπὶ ταῖς καμήλοις παρατιθέμεθα ὑμῖν.