Letter 157
Late Antiquity Basil of Caesarea Greek- Ἀντιόχῳ Πῶς οἴει βαρέως ἤνεγκα διαμαρτών σου τῆς συντυχίας κατὰ τὸ θέρος; καίτοι οὐδὲ ἡ τῶν ἄλλων τοιαύτη γέγονεν, ὥστε μέχρι κόρου ἡμῖν προελθεῖν· ἀλλʼ οὖν καὶ ὄναρ ἰδεῖν τὰ ποθούμενα φέρει τινὰ τοῖς ἀγαπῶσι παραμυθίαν. σὺ δὲ οὐδὲ ἐπιστέλλεις, οὕτως ἀργὸς εἶ, ὥστε μηδὲ τὴν ὑπόλειψιν ἄλλῃ τινὶ αἰτίᾳ μᾶλλον ἢ τῷ ἀργῶς ἔχειν πρὸς τὰς ὑπὲρ τῆς ἀγάπης ἀποδημίας λογίζεσθαι. ἀλλὰ τοῦτο μὲν πεπαύσθω ἡμῖν. εὔχου δὲ ὑπὲρ ἡμῶν καὶ παρακάλει τὸν Κύριον μὴ ἐγκαταλιπεῖν ἡμᾶς, ἀλλʼ ὡς ἐκ τῶν ἐπελθόντων παρήγαγεν ἡμᾶς πειρασμῶν, οὕτω καὶ ἐκ τῶν προσδοκωμένων ῥύσασθαι εἰς δόξαν τοῦ ὀνόματος αὐτοῦ, ἐφʼ ᾧ ἠλπίσαμεν.