Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Letters

    Letter 162

    Basil of Caesarea

    In the atlas

    2 min
    1. Εὐσεβίῳ, ἐπισκόπῳ Σαμοσάτων Ἔοικέ μοι τοῦτο καὶ ὄκνον ἐμποιεῖν πρὸς τὸ γράφειν καὶ ἀναγκαῖον αὐτὸ πάλιν ὑποδεικνύναι. ὅταν μὲν γὰρ πρὸς τὸ τῆς ἐπιδημίας τῆς ἐμαυτοῦ ἀπίδω χρέος καὶ τὸ τῆς συντυχίας ὑπολογίσωμαι ὄφελος, πάνυ μοι τῶν ἐπιστολῶν ὑπερορᾷν ἔπεισιν ὡς οὐδὲ σκιᾶς λόγον ἐκπληροῦν δυναμένων πρὸς τὴν ἀλήθειαν· ὅταν δὲ πάλιν λογίσωμαι, ὅτι μόνη παραμυθία ἐστὶ τῶν μεγίστων καὶ πρώτων διαμαρτόντα προσειπεῖν ἄνδρα τοσοῦτον, καὶ ἱκετεῦσαι συνήθως ὥστε μὴ ἐπιλανθάνεσθαι ἡμῶν ἐπὶ τῶν προσευχῶν, οὐ μικρόν τί μοι κρίνειν τὸ τῶν ἐπιστολῶν ἔπεισι. τὴν μὲν οὖν ἐλπίδα τῆς παρουσίας οὔτε αὐτὸς ῥίψαι τῆς ψυχῆς βούλομαι, οὔτε τὴν σὴν θεοσέβειαν ἀπογνῶναι. αἰσχύνομαι γὰρ εἰ μὴ ταῖς σαῖς εὐχαῖς τοσοῦτον φανείην θαρσῶν, ὡς καὶ νέος ἐκ γέροντος ἔσεσθαι, εἰ τούτου γένοιτο χρεία, οὐχ ὅπως ἐρρωμενέστερος μικρὸν ἐξ ἀσθενοῦς καὶ ἐξιτήλου παντάπασιν, ὁποῖος δὴ νῦν εἰμί. Τοῦ δὲ μὴ ἤδη παρεῖναι τὰ αἴτια λόγῳ μὲν εἰπεῖν οὐ ῥᾴδιον, οὐ μόνον ὑπὸ τῆς παρούσης ἀσθενείας ἐξειργομένῳ, ἀλλʼ οὐδὲ σχόντι ποτὲ τοσαύτην τοῦ λόγου δύναμιν, ὥστε παντοδαπὴν καὶ ποικίλην νόσον ἐναργῶς ἐξαγγεῖλαι. πλὴν ὅτι ἀπὸ τῆς ἡμέρας τοῦ Πάσχα μέχρι νῦν πυρετοὶ καὶ διάρροιαι, καὶ σπλάγχνων ἐπαναστάσεις, ὥσπερ κύματά με ἐπιβαπτίζοντα ὑπερσχεῖν οὐκ ἐᾷ. τὰ δὲ παρόντα οἷα καὶ τίνα ἦν, εἴποι ἂν καὶ ὁ ἀδελφὸς Βάραχος, εἰ καὶ μὴ τῆς ἀληθείας ἀξίως, ἀλλʼ ὅσον μαρτυρῆσαι τῇ αἰτίᾳ τῆς ὑπερθέσεως. πάνυ δὲ πέπεισμαι, εἰ γνησίως ἡμῖν συνεύξαιο, πάνθʼ ἡμῖν λυθήσεσθαι ῥᾳδίως τὰ δυσχερῆ.