Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Letters

    Letter 163

    Basil of Caesarea

    In the atlas

    1 min
    1. Ἰοβίνῳ κόμητι Εἶδόν σου τὴν ψυχὴν ἐν τοῖς γράμμασι. καὶ γὰρ τῷ ὄντι οὐδεὶς γραφεὺς χαρακτῆρα σώματος οὕτως ἀκριβῶς ἐκλαβεῖν δύναται ὡς λόγος ἐξεικονίσαι τῆς ψυχῆς τὰ ἀπόρρητα. τότε γὰρ τὸ τοῦ ἤθους εὐσταθές, καὶ τὸ τῆς τιμῆς ἀληθινόν, καὶ τὸ τῆς γνώμης ἐν πᾶσιν ἀκέραιον ἱκανῶς ἡμῖν ὁ ἐν τοῖς γράμμασι λόγος ἐχαρακτήρισεν· ὅθεν καὶ μεγάλην ἡμῖν παραμυθίαν τῆς ἀπολείψεώς σου παρέσχετο. μὴ τοίνυν διαλίπῃς τῇ ἀεὶ παραπιπτούσῃ προφάσει χρώμενος πρὸς τὸ ἐπιστέλλειν καὶ τὴν διὰ μακροῦ ταύτην ὁμιλίαν χαρίζεσθαι· ἐπειδὴ τῆς κατʼ ὀφθαλμοὺς συντυχίας ἀπόγνωσιν ἡμῖν λοιπὸν ἡ ἀσθένεια τοῦ σώματος ἐμποιεῖ. ἣν ὁπόση ἐστὶν ἐρεῖ σοι ὁ θεοφιλέστατος ἐπίσκοπος Ἀμφιλόχιος, ὁ καὶ γνωρίσας τῷ ἐπὶ πλεῖον συγγεγενῆσθαι ἡμῖν καὶ δυνατὸς ὢν λόγῳ παραστῆσαι τὰ θεαθέντα. γνωρίζεσθαι δὲ βούλομαι τὰ ἐμαυτοῦ δυσχερῆ οὐκ ἄλλου τινὸς ἕνεκεν ἢ τῆς πρὸς τὸ ἐφεξῆς συγγνώμης, ὡς μὴ ῥᾳθυμίας ἔχειν κατάγνωσιν ἐὰν ἄρα ἐλλίπωμεν τὴν ἐπίσκεψιν ὑμῶν. καίτοιγε οὐκ ἀπολογίας μᾶλλον ἢ παραμυθίας δεῖ πρὸς τὴν ζημίαν ταύτην. εἰ γὰρ ἦν μοι δυνατὸν συνεῖναί σου τῇ σεμνότητι, πολλῷ ἂν ἐγὼ τῶν παρʼ ἄλλοις σπουδαζομένων ταύτην ἐμαυτῷ προτιμοτέραν ἐθέμην.