Letter 171
Late Antiquity Basil of Caesarea Greek- Γρηγορίῳ Ἐπέσταλκά σοι καὶ πρώην περὶ Γλυκερίου καὶ τῶν παρθένων. οἱ δὲ οὐδέπω καὶ τήμερον ἐπανήκασιν, ἀλλʼ ἔτι μέλλουσιν, οὐκ οἶδα ὅθεν καὶ ὅπως. οὐ γὰρ ἂν ἐκεῖνό σου καταγνοίην, ὡς ἐφʼ ἡμετέρᾳ διαβολῇ τοῦτο ποιεῖς, ἢ αὐτὸς πάσχων τι πρὸς ἡμᾶς, ἢ ἄλλοις χαριζόμενος. ἡκέτωσαν οὖν μηδὲν δεδοικότες· σὺ γενοῦ τούτου ἐγγυητής. καὶ γὰρ ἀλγοῦμεν τεμνομένων τῶν μελῶν, εἰ καὶ καλῶς ἐτμήθησαν. εἰ δὲ ἀντιτείνοιεν, ἐπʼ ἄλλους τὸ βάρος, ἡμεῖς δὲ ἀποπλυνόμεθα.