Letter 177
Late Antiquity Basil of Caesarea Greek- Σωφρονίῳ μαγίστρῳ Καταλέγειν μὲν πάντας τοὺς δι’ ἡμᾶς εὐεργετηθέντας παρὰ τῆς σῆς μεγαλονοίας οὐ ῥᾴδιον· οὕτω πολλοὺς μὲν σύνισμεν ἑαυτοῖς εὐπεποιηκόσι διὰ τῆς μεγάλης σου χειρός, ἣν ὁ Κύριος ἡμῖν σύμμαχον ἐπὶ τῶν μεγίστων καιρῶν ἐχαρίσατο. δικαιότατος δὲ πάντων καὶ ὁ νῦν προσαγόμενος διὰ τοῦ γράμματος ἡμῶν τυγχάνει, ὁ αἰδεσιμώτατος ἀδελφὸς Εὐσέβιος, παραλόγῳ συκοφαντίᾳ περιπεσών, ἣν ἀποσκεδάσαι μόνης ἐστὶ τῆς σῆς ὀρθότητος. διὸ παρακαλοῦμεν, καὶ τῷ δικαίῳ χαριζόμενον, καὶ πρὸς τὸ ἀνθρώπινον ἀφορῶντα, καὶ ἡμῖν τὰς συνήθεις παρεχόμενον χάριτας, ἀντὶ πάντων γενέσθαι τῷ ἀνδρί, καὶ προστῆναι αὐτοῦ μετὰ τῆς ἀληθείας. ἔχει γὰρ οὐ μικρὰν συμμαχίαν τὴν ἀπὸ τοῦ δικαίου· ἣν εἰ μὴ ὀ παρὼν καιρὸς καταβλάψειε, πάνυ ῥᾴδιον σαφῶς καὶ ἀναντιρρήτως ἐπιδειχθήσεσθαι.