Letter 178
Late Antiquity Basil of Caesarea Greek- Ἀβουργίῳ Πολλοὺς οἶδα πολλάκις συστήσας τῇ τιμιότητί σου καὶ γενόμενος ἐπὶ μεγίστων καιρῶν χρήσιμος ἱκανῶς τοῖς καταπονουμένοις. οὐ μὴν τιμιώτερόν γε ἐμοὶ οὐδʼ ὑπὲρ μειζόνων ἀγωνιζόμενον οἶδα πρότερον παραπέμψας τῇ κοσμιότητί σου τοῦ ποθεινοτάτου υἱοῦ Εὐσεβίου, τοῦ νῦν τὴν ἐπιστολὴν ταύτην ἐγχειρίζοντός σοι παρʼ ἡμῶν. ὃς ποταπῷ μὲν συμπέπλεκται πράγματι αὐτός, ἂν τύχοι τινὸς καιροῦ, διηγήσεταί σου τῇ σεμνότητι. ἃ δὲ παρʼ ἡμῶν λεχθῆναι προσῆκε ταῦτά ἐστι· μὴ παρασυρῆναι τὸν ἄνδρα, μηδὲ τῷ πολλοὺς πεφηνέναι τοὺς ἐπὶ ταῖς χαλεπωτάταις πράξεσιν ἑαλωκότας καὶ αὐτόν τι τῆς τῶν πολλῶν ὑπονοίας παραπολαῦσαι· ἀλλὰ τυχεῖν δικαστηρίου, καὶ εἰς ἐξέτασιν αὐτοῦ τὸν βίον ἀχθῆναι. ῥᾷστα γὰρ οὕτω καὶ ἡ συκοφαντία φανερὰ γενήσεται, καὶ ὁ ἀνὴρ τυχὼν τῆς δικαιοτάτης προστασίας κῆρυξ ἔσται διηνεκὴς τῶν ὑπηργμένων αὐτῷ παρὰ τῆς σῆς ἡμερότητος.