Letter 18
Late Antiquity Basil of Caesarea Greek- Μακαρίῳ καὶ Ἰωάννῃ Οὔτε γεωργοὺς οἱ κατὰ γεωργίαν ξενίζουσι πόνοι, οὔτε ναύταις ὁ κατὰ θάλασσαν χειμὼν ἀπροσδόκητος, οὔτε τοῖς μισθαρνοῦσιν ὁ ἱδρὼς παράδοξος, οὔτε μὴν τοῖς εὐσεβῶς ζῇν ἑλομένοις αἱ κατὰ τὸν ἐνεστῶτα κόσμον θλίψεις ἀμελέτητοι. ἀλλʼ ἑκάστῳ τῶν εἰρημένων οἰκεῖος καὶ γνώριμος τοῖς μετιοῦσι συνέζευκται πόνος, οὐ δι’ ἑαυτὸν αἱρετός, ἀλλὰ δι’ ἀπόλαυσιν ἀγαθῶν προσδοκωμένων. ἐλπίδες γάρ, πάντα τὸν τῶν ἀνθρώπων συνέχουσαι καὶ συγκροτοῦσαι βίον, τὴν ἐφʼ ἑκάστῳ τούτων παραμυθοῦνται δυσκολίαν. Τῶν μὲν οὖν ὑπὲρ γῆς καρπῶν ἢ τῶν κατὰ γῆν πονούντων, οἱ μὲν παντάπασιν ἐψεύσθησαν τῶν ἐλπίδων, μέχρι μόνης φαντασίας τῶν προσδοκωμένων τὴν ἀπόλαυσιν ἔχοντες, οἷς δὲ καὶ κατὰ γνώμην ἐκβῆναι συνέβη τὸ τέλος, δευτέρας ἐδέησε πάλιν ἐλπίδος, παραδραμούσης καὶ μαρανθείσης ἐν τάχει τῆς προτέρας. μόνοις δὲ τοῖς ὑπὲρ εὐσεβείας καμοῦσιν οὐ ψεῦδος ἠφάνισε τὰς ἐλπίδας, οὐ τέλος ἐλυμήνατο τοὺς ἄθλους, βεβαίας καὶ μονίμου διαδεχομένης τῆς τῶν οὐρανῶν βασιλείας. Μὴ τοίνυν ὑμᾶς ταραττέτω διαβολὴ ψευδής, μηδὲ φοβείτω τῶν κρατούντων ἀπειλή· μὴ γέλως λυπείτω καὶ ὕβρις τῶν γνωρίμων, μηδὲ κατάγνωσις παρὰ τῶν κήδεσθαι προσποιουμένων, ἰσχυρότατον πρὸς ἀπάτην δέλεαρ προβαλλομένων παραινέσεως προσποίησιν, ἕως ἂν ὁ τῆς ἀληθείας ἡμῖν συναγωνίζηται λόγος. ἀντιμαχέσθω δὲ τοῖς πᾶσι λογισμὸς ὀρθός, σύμμαχον παρακαλῶν γενέσθαι καὶ βοηθὸν αὐτῷ τὸν τῆς εὐσεβείας διδάσκαλον τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, δι’ ὃν καὶ τὸ κακοπαθεῖν ἡδὺ καὶ τὸ ἀποθανεῖν κέρδος.