Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Letters

    Letter 19

    Basil of Caesarea

    In the atlas

    1 min
    1. Γρηγορίῳ ἑταίρῳ Γράμμα ἦλθέ μοι πρῴην παρὰ σοῦ, ἀκριβῶς σόν, οὐ τοσοῦτον τῷ χαρακτῆρι τῆς χειρός, ὅσον τῷ τῆς ἐπιστολῆς ἰδιώματι. ὀλίγα γὰρ ἦν τὰ ῥήματα πολλὴν διάνοιαν παριστῶντα. πρὸς ἃ εὐθὺς μὲν οὐκ ἀπεκρινάμεθα, διότι αὐτοὶ μὲν ἀπεδημοῦμεν, ὁ δὲ γραμματηφόρος ἑνὶ τῶν ἐπιτηδείων ἡμῖν ἐπιδοὺς τὴν ἐπιστολὴν ἀπίων ᾤχετο. ἀλλὰ νῦν διὰ Πέτρου προσφθεγγόμεθά σε, ὁμοῦ μὲν ἀποτίννυντες τῆς προσηγορίας τὸ χρέος, ὁμοῦ δὲ ἀφορμὴν δευτέρων γραμμάτων παρέχοντες. πάντως δὲ οὐδεὶς πόνος Λακωνικῆς ἐπιστολῆς, ὁποῖαί εἰσιν αἱ παρὰ σοῦ ἑκάστοτε πρὸς ἡμᾶς ἀφικνούμεναι.