Letter 20
Late Antiquity Basil of Caesarea Greek- Λεοντίῳ σοφιστῇ Χρόνια μέν σοι καὶ τὰ παρʼ ἡμῶν γράμματα, οὐ μὴν χρονιώτερα τῶν αὐτόθεν, καὶ ταῦτα πολλῶν καὶ συνεχῶν ἐπιδημησάντων ἡμῖν ἀπὸ τῆς ὑμετέρας· οἷς εἰ πᾶσιν ἐφεξῆς γράμματα ἐπετίθης, οὐδὲν ἦν τὸ κώλυον αὐτῷ σοι δοκεῖν συνεῖναι ἡμᾶς καὶ οἱονεὶ παρόντας καὶ συνόντας ἀπολαύειν· οὕτω συνεχὲς ἦν τὸ πλῆθος τῶν πρὸς ἡμᾶς ἀφικνουμένων. Ἀλλὰ τί οὐκ ἐπιστέλλεις; καίτοιγε οὐδὲν ἔργον σοφιστῇ, ἢ τὸ γράφειν· μᾶλλον δὲ εἰ καὶ τῆς χειρὸς ἔχεις ἀργῶς, οὐδὲ γράφειν δεήσει, ἄλλος γάρ σοι διακονήσει. γλώττης δὲ χρεία μόνης· ἣ κἂν ἡμῖν μὴ διαλέγηται, ἀλλʼ ἑνί γε πάντως τῶν συνόντων λαλήσει, κἂν μηδεὶς παρῇ, ἐφʼ ἑαυτῆς διαλέξεται· σιωπήσει δὲ οὐδαμῶς, σοφιστική τε οὖσα καὶ Ἀττική, οὐ μᾶλλόν γε ἢ αἱ ἀηδόνες, ὅταν τὸ ἔαρ αὐτὰς πρὸς ᾠδὴν ἀναστήσῃ. Ἡμῖν μὲν γὰρ τὸ πυκνὸν τῆς ἀσχολίας τοῦτο ἐν ᾧ νῦν ἐσμὲν κἂν παραίτησιν ἐνέγκοι τυχὸν πρὸς τὴν ἔνδειαν τῶν γραμμάτων· καὶ τὸ οἱονεὶ ἐῤῥυπῶσθαι λοιπὸν τῇ κατακορεῖ συνηθείᾳ πρὸς ἰδιωτισμὸν ὄκνον εἰκότως ἐμποιεῖ προσφθέγγεσθαι ὑμᾶς τοὺς σοφιστάς, οἵ, εἰ μή τι ἄξιον τῆς ὑμετέρας αὐτῶν σοφίας ἀκούσεσθε, δυσχερανεῖτε καὶ οὐκ ἀνέξεσθε. σὲ δέ που τὸ ἐναντίον εἰκὸς ἐπὶ πάσης προφάσεως δημοσιεύειν σαυτοῦ τὴν φωνήν, ἐπιτήδειον ὄντα εἰπεῖν ὧν αὐτὸς οἶδα Ἑλλήνων. οἶδα γάρ, ὡς οἶμαι, τοὺς ὀνομαστοτάτους τῶν ἐν ὑμῖν. ὥστε οὐδεμία παραίτησις σιωπῶντι. καὶ ταῦτα μὲν εἰς τοσοῦτον. Ἀπέστειλα δὲ καὶ τὰ πρὸς Εὐνόμιον· ἃ εἴτε παιδιὰν χρὴ καλεῖν, εἴτε μικρῷ παιδιᾶς σπουδαιότερα, αὐτῷ σοι κρίνειν παρίημι· ὃς πρὸς μὲν τὰ οἰκεῖα σαυτοῦ οὐκέτι, οἶμαι, χρῄζεις, πρὸς δὲ τῶν ἐνδιαστρόφων τοὺς ἐντυγχάνοντας οὐκ ἀγεννές σοι ὅπλον ἔσεσθαι προσδοκῶ· οὐ τῇ δυνάμει τοῦ συντάγματος καταπιστεύοντες τοσοῦτον, ἀλλʼ ἀκριβῶς γνωρίζοντες ἀπὸ ὀλίγων ἀφορμῶν ἐπὶ πολλά σε ὄντα εὑρετικόν. ἐὰν δέ τι σοὶ καὶ ἀσθενέστερον ἔχειν τῆς χρείας καταφανῇ, μὴ κατοκνήσῃς ἐλέγξαι. τούτῳ γὰρ μάλιστα φίλος κόλακος διενήνοχε, τῷ τὸν μὲν πρὸς ἡδονὴν ὁμιλεῖν, τὸν δὲ μηδὲ τῶν λυπούντων ἀπέχεσθαι.