Letter 21
Late Antiquity Basil of Caesarea Greek- Λεοντίῳ σοφιστῇ Ἔοικέ τι τῆς κοινῆς καταστάσεως καὶ εἰς τὰ ἑαυτοῦ πράγματα ὁ χρηστὸς Ἰουλιανὸς ἀπολαύειν. ἀπαιτεῖται γὰρ καὶ αὐτὸς καὶ ἐγκαλεῖται σφοδρῶς, ἐπειδὴ πάντα νῦν ἀπαιτουμένων καὶ ἐγκαλουμένων γέμει. πλὴν ὅσον οὐχὶ εἰσφορῶν ἐλλείμματα, ἀλλʼ ἐπιστολῶν. καίτοι πόθεν αὐτῷ ἐλλέλειπται ἀγνοῶ· ἔδωκε γὰρ ἀεὶ ἐπιστολήν, τὴν δὲ ἐκομίσατο. εἰ μή τί που καὶ παρὰ σοὶ ἡ πολυθρύλλητος αὐτὴ τετραπλῆ προτετίμηται. οὐδὲ γὰρ οἱ Πυθαγόριοι τοσοῦτον προετίμησαν τὴν τετρακτύν, ὅσον οἱ νῦν ἐκλέγοντες τὰ δημόσια τὴν τετραπλῆν. καίτοιγε ἴσως τὸ ἐναντίον εἰκὸς ἦν, σοφιστὴν ὄντα καὶ εὐποροῦντα λόγων τοσούτων, αὐτὸν ἡμῖν εἰς τὴν τῶν τετραπλασίων ἔκτισιν ὑποκεῖσθαι. καὶ μὴ οἴου ταῦτα δυσχεραίνοντας ἡμᾶς γράφειν. χαίρω γάρ σου καὶ ταῖς μέμψεσιν, ἐπειδὴ τοῖς καλοῖς φασὶ πάντα μετὰ τῆς τοῦ καλοῦ προσθήκης γίνεσθαι· ὥστε καὶ λύπας αὐτοῖς καὶ ὀργὰς ἐπιπρέπειν. ἥδιον γοῦν ἄν τις ἴδοι ὀργιζόμενον τὸν ἀγαπώμενον, ἢ θεραπεύοντα ἕτερον. μήποτε οὖν ἀνῇς ἐγκαλῶν τοιαῦτα. γράμματα γάρ που ἔσται αὐτὰ τὰ ἐγκλήματα, ὧν ἐμοὶ οὐδὲν ἄκουσμα τιμιώτερον, οὐδὲ πλείονα φέρον τὴν ἡδονήν.