Letter 181
Late Antiquity Basil of Caesarea Greek- Ὀτρηίῳ Μελητινης Οἶδα ὅτι καὶ τῆς σῆς εὐλαβείας τοσοῦτον ἅπτεται ὁ χωρισμὸς τοῦ θεοφιλεστάτου ἐπισκόπου Εὐσεβίου ὅσον καὶ ἡμῶν αὐτῶν. ἐπεὶ οὖν ἀμφότεροι χρῄζομεν παρακλήσεως, ἀλλήλοις γενώμεθα παραμυθία. καὶ σύ τε ἡμῖν ἐπίστελλε τὰ ἐκ Σαμοσάτων, ἡμεῖς τε ἅπερ ἂν μάθωμεν ἀπὸ τῆς Θρᾴκης ἀπαγγελοῦμεν. φέρει γὰρ ἐμοὶ μὲν τὸ γινώσκειν τοῦ λαοῦ τὴν ἔνστασιν οὐ μικρὰν ῥᾳστώνην ἐκ τῶν παρόντων λυπηρῶν, τῇ δὲ σῇ χρηστότητι τὸ διδάσκεσθαι ἐν οἷς ἐστὶν ὁ κοινὸς ἡμῶν πατήρ. ἀμέλει καὶ νῦν οὐ γράμμασι σημαίνειν ἔχομεν· ἀλλʼ αὐτὸν παρεστήσαμέν σοι τὸν ἀκριβῶς εἰδότα καὶ ἀπαγγέλλοντα ἐν οἷς αὐτὸν κατέλιπε, καὶ ὅπως καὶ φέροντα τὰ συμπίπτοντα. εὔχου τοίνυν καὶ ὑπὲρ αὐτοῦ καὶ ὑπὲρ ἡμῶν, ἵνα ὁ Κύριος ταχεῖαν ἀπαγάγῃ τῶν δεινῶν τούτων τὴν λύσιν.