Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Letters

    Letter 182

    Basil of Caesarea

    In the atlas

    1 min
    1. Τοῖς πρεσβυτέροις Σαμοσάτων Ὅσον λυπούμεθα ἐνθυμούμενοι τὴν ἐρημίαν τῆς ἐκκλησίας, τοσοῦτον μακαρίζομεν ὑμᾶς εἰς τοῦτο φθάσαντας τὸ μέτρον τῆς ἀθλήσεως, ὃ παράσχοι ὑμῖν ὁ Κύριος μακροθύμως παρελθεῖν, ἵνα καὶ τῆς πιστῆς οἰκονομίας καὶ τῆς γενναίας ἐνστάσεως, ἣν ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ ἐπεδείξασθε, τὸν μέγαν μισθὸν ὑποδέξησθε.