Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Letters

    Letter 185

    Basil of Caesarea

    In the atlas

    1 min
    1. Θεοδότῳ, ἐπισκόπῳ Βεροίας Οἶδα ὅτι, εἰ καὶ μὴ ἐπιστέλλεις ἡμῖν, ἀλλʼ ἐν τῇ καρδίᾳ σου ὑπάρχει ἡ μνήμη ἡμῶν. καὶ τοῦτο τεκμαίρομαι, οὐχ ὅτι αὐτὸς ἄξιός εἰμι μνήμης τινὸς δεξιᾶς, ἀλλʼ ὅτι ἡ σὴ ψυχὴ πλουτεῖ ἐν τῇ τῆς ἀγάπης περιουσίᾳ. πλὴν ἀλλʼ ὅσον δυνατόν σοι ταῖς παρεμπιπτούσαις προφάσεσι κέχρησο εἰς τὸ ἐπιστέλλειν ἡμῖν, ἵνα καὶ ἡμεῖς μᾶλλον εὐψυχῶμεν μανθάνοντες τὰ περὶ ὑμῶν, καὶ ἀφορμὴν λαμβάνωμεν εἰς τὸ καὶ αὐτοὶ σημαίνειν ὑμῖν τὰ ἡμέτερα. οὗτος γάρ ἐστιν ὁ τρόπος τῆς ὁμιλίας τοῖς τοσοῦτον διεζευγμένοις τῷ σώματι, ὁ δι’ ἐπιστολῶν, οὗ μὴ ἀποστερῶμεν ἀλλήλους, καθόσον ἂν ἐνδιδῷ τὰ πράγματα. παράσχοι δὲ ὁ Κύριος καὶ τὴν κατʼ ὀφθαλμοὺς ἡμῖν συντυχίαν, ἵνα καὶ τὴν ἀγάπην αὐξήσωμεν καὶ τὴν εἰς τὸν Δεσπότην ἡμῶν εὐχαριστίαν πλεονάσωμεν ἐπὶ μείζοσι ταῖς παρʼ αὐτοῦ δωρεαῖς.