Letter 186
Late Antiquity Basil of Caesarea Greek- Ἀντιπάτρῳ ἡγεμόνι Ὡς καλὴ ἡ φιλοσοφία, τά τε ἄλλα, καὶ ὅτι οὐδὲ ἰατρεύεσθαι πολυτελῶς τοῖς τροφίμοις αὐτῆς ἐπιτρέπει· ἀλλὰ τὸ αὐτὸ καὶ ὄψον ἐστὶ παρʼ αὐτῇ καὶ πρὸς ὑγίειαν ἀρκεῖ. τὰς γάρ τοι ὀρέξεις ἀποκαμούσας, ὡς ἐπυθόμην, κράμβαις ἐν ὄξει ταριχευθείσαις ἀνεκαλέσω· ἃς ἐγὼ πρότερον μὲν ἐδυσχέραινον καὶ διὰ τὴν παροιμίαν, καὶ ὅτι ὑπόμνημα ἦσαν τῆς συντρόφου πενίας. Νῦν δέ μοι δοκῶ καὶ ἐμαυτὸν μεταπείσειν, καὶ τῆς παροιμίας καταγελάσεσθαι, ὁρῶν αὐτὴν οὕτως ἀγαθὴν κουροτρόφον, ἣ τὸν ἄρχοντα ἡμῶν εἰς ἀκμὴν ἐπανήγαγε. καὶ οὐδὲν εἶναι τοῦ λοιποῦ κατʼ αὐτὴν ἡγήσομαι, οὐχ ὅπως τὸν Ὁμηρικὸν λωτόν, ἀλλʼ οὐδὲ τὴν ἀμβροσίαν ἐκείνην, ἥτις ποτʼ ἄρα ἦν, ἡ τοὺς Ὀλυμπίους χορτάζουσα.