Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Letters

    Letter 196

    Basil of Caesarea

    In the atlas

    1 min
    1. Ἀβουργίῳ. Διάττειν σε ὡς τοὺς ἀστέρας, ἄλλοτε κατʼ ἄλλο μέρος τῆς βαρβαρικῆς ἀνίσχοντα, νῦν μὲν σιτηρέσια στρατιωτικὰ παρέχοντα, νῦν δὲ βασιλεῖ φαινόμενον μετὰ λαμπροῦ τοῦ σχήματος, ἡ τῶν ἀγαθῶν ἄγγελος φήμη ἀγγέλλουσα ἡμῖν οὐ διαλείπει. εὐχόμεθα δὲ τῷ Θεῷ, κατὰ λόγον σοι προϊοῦσαν τὴν ἐπιχείρησιν, ἐπὶ μέγα σε προσελθεῖν, καὶ φανῆναί ποτε τῇ πατρίδι. ἕως ἐσμὲν ὑπὲρ γῆς καὶ τὸν ἀέρα τοῦτον ἀνέλκομεν. τοσοῦτον γὰρ μέτεστιν ἡμῖν τοῦ βίου, ὅσον ἀναπνεῖν μόνον.