Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Letters

    Letter 201

    Basil of Caesarea

    In the atlas

    1 min
    1. Αμφιλοχίῳ, ἐπισκόπῳ Ἰκονιόυ. Πολλῶν ἕνεκεν ἐπιθυμῶ συντυχεῖν σοι, ἵνα καὶ συμβούλῳ χρήσωμαι περὶ τῶν ἐν χερσὶ πραγμάτων, καὶ ὅλως ἵνα διὰ μακροῦ θεασάμενός σε ἔχω παραμυθίαν τινὰ τῆς ἀπολείψεως. ἐπειδὴ δὲ τὰ αὐτὰ ἀμφοτέρους ἐπέσχεν, ἥ τε ὑμῖν συμβᾶσα ἀσθένεια, καὶ ἡ παλαιοτέρα ἡμῶν ἀρρωστία, μήπω ἀπολείψασα, ἀμφοτέροις δῶμεν συγγνώμην, εἰ βούλει, ἀμφότεροι, ὥστε δι’ ἑαυτῶν ἀλλήλους ἀφεῖναι τοῦ ἐγκλήματος.