Letter 247
Late Antiquity Basil of Caesarea Greek- Νικοπολίταις. Ὅτε ἐνέτυχον τοῖς γράμμασι τῆς ὁσιότητος ὑμῶν, ὅσον ἐστέναξα καὶ ὠδυράμην, ὅτι καὶ ταῦτα τὰ κακὰ ταῖς ἐμαυτοῦ ἀκοαῖς ὑπεδεξάμην, πληγὰς μὲν καὶ ὕβρεις εἰς ὑμᾶς αὐτούς, πόρθησιν δὲ οἴκων, καὶ ἐρήμωσιν πόλεως, καὶ πατρίδος ὅλης ἀνατροπήν, διωγμὸν ἐκκλησίας καὶ φυγὴν ἱερέων, ἐπανάστασιν λύκων, καὶ ποιμνίων διασποράν. ἀλλʼ ἐπειδὴ ἐπαυσάμην τοῦ στεναγμοῦ καὶ τῶν δακρύων, πρὸς τὸν ἐν οὐρανοῖς Δεσπότην ἀποβλέψας, οἶδα καὶ πέπεισμαι, ὃ καὶ ὑμᾶς γινῶσκειν βούλομαι, ὅτι ταχεῖα ἔσται ἡ ἀντίληψις, καὶ οὐκ εἰς τέλος ἔσται ἡ ἐγκατάλειψις. ὃ μὲν γὰρ πεπόνθαμεν διὰ τὰς ἁμαρτίας ἡμῶν πεπόνθαμεν· τὴν δὲ αὐτοῦ βοήθειαν διὰ τὴν περὶ τὰς ἐκκλησίας ἑαυτοῦ ἀγάπην καὶ εὐσπλαγχίαν ὁ φιλάνθρωπος ἐπιδείξεται. Οὐ μέντοι παρελίπομεν καὶ παρόντες τοὺς ἐν δυνάμει καθικετεύοντες, καὶ ἐπὶ τοῦ στρατοπέδου τοῖς ἀγαπῶσιν ἡμᾶς ἐπιστέλλοντες ἐπισχεθῆναι τῆς ὀργῆς τὸν λυσσῶντα. καὶ οἶμαι παρὰ πολλῶν ἥξειν αὐτῷ κατάγνωσιν, ἐὰν μὴ ἄρα ὁ καιρὸς θορύβου πεπληρωμένος μηδεμίαν δῷ σχολὴν περὶ ταῦτα τοῖς ἐπὶ τῶν πραγμάτων.