Letter 246
Late Antiquity Basil of Caesarea Greek- Νικοπολίταις. Οταν ἴδω καὶ τὸ κακὸν εὐοδούμενον, καὶ τὴν ὑμετέραν εὐλάβειαν κεκμηκυῖαν καὶ ἀπαγορεύουσαν πρὸς τὸ συνεχὲς τῶν ἐπηρειῶν, ἀθυμίας πληροῦμαι. ὅταν δὲ πάλιν τὴν μεγάλην χεῖρα τοῦ Θεοῦ ἐννοήσω, καὶ ὅτι οἶδεν ἀνορθοῦν τοὺς κατερραγμένους, καὶ ἀγαπᾷν δικαίους, συντρίβειν δὲ ὑπερηφάνους, καὶ καθαιρεῖν ἀπὸ θρόνων δυνάστας, πάλιν μεταβαλὼν κουφότερος γίνομαι ταῖς ἐλπίσι καὶ οἶδα, ὅτι διὰ τῶν προσευχῶν ὑμῶν ταχεῖαν δείξει ἡμῖν ὁ Κύριος τὴν γαλήνην. μόνον μὴ ἀποκάμητε προσευχόμενοι· ἀλλʼ ὧν λόγοις ἐστὲ διδάσκαλοι, τούτων ἐπὶ τοῦ παρόντος καιροῦ ἔργῳ πᾶσιν ἐναργῆ σπουδάσατε προθεῖναι τὰ ὑποδείγματα.