Letter 251
Late Antiquity Basil of Caesarea Greek- Τοῖς Εὐαισηνοῖς Εἰ καὶ πολὺ τὸ πλῆθος τῶν περιεχόντων ἡμᾶς πραγμάτων καὶ φροντίσι μυρίαις συνέχεται ἡμῶν ἡ διάνοια, ὅμως οὐδέποτε τῆς μνήμης ἡμῶν ἐξεβάλομεν τὴν περὶ τῆς ὑμετέρας ἀγάπης μέριμναν, δεόμενοι τοῦ Θεοῦ ἡμῶν διαμεῖναι ὑμᾶς ἐν τῇ πίστει, ἐν ᾗ ἑστήκατε καὶ καυχᾶσθε ἐπʼ ἐλπίδι τῆς δόξης τοῦ Θεοῦ. τῷ ὄντι γὰρ δυσεύρετον λοιπὸν καὶ πάνυ σπάνιον ἰδεῖν ἐκκλησίαν εἰλικρινῆ, μηδὲν ἐκ τῆς τῶν καιρῶν χαλεπότητος παραβλαβεῖσαν, ἀλλʼ ἀκεραίαν καὶ ἄθραυστον τὴν ἀποστολικὴν διασώζουσαν διδασκαλίαν, οἵαν τὴν καθʼ ὑμᾶς ἔδειξεν ἐν τοῖς παροῦσι καιροῖς ὁ ἀναδεικνὺς τοὺς καθʼ ἑκάστην γενεὰν ἀξίους τῆς ἑαυτοῦ κλήσεως. Καὶ δῴη Κύριος ὑμῖν τὰ ἀγαθὰ Ἱερουσαλὴμ τῆς ἄνω, ἀνθʼ ὧν τὰς ψευδεῖς καθʼ ἡμῶν διαβολὰς ἐπὶ τὰς τῶν ψευδολόγων κεφαλὰς ἀπεπέμψασθε, μὴ δόντες αὐτοῖς εἴσοδον ἐπὶ τὰς καρδίας ὑμῶν. καὶ οἶδα καὶ πέπεισμαι ἐν Κυρίῳ ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς καὶ ἐπὶ τῇ πράξει ταύτῃ. ἐλογίσασθε γὰρ τοῦτο σοφῶς παρʼ ἑαυτοῖς, ὃ καὶ ἔστι κατʼ ἀλήθειαν, ὅτι οἱ ἀνταποδιδόντες μοι πονηρὰ ἀντὶ καλῶν, καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου τῆς εἰς αὐτούς, διαβάλλουσί με νῦν ἐπʼ ἐκείνοις, εἰς ἃ αὐτοὶ εὑρίσκονται ἐγγράφους ὁμολογίας ἐκθέμενοι. Καὶ οὐ μόνον εἰς ταύτην ἐνέπεσον τὴν ἐναντίωσιν, ἴδια ἔγγραφα ὑμῖν κατηγορίας προφέροντες, ἀλλʼ ὅτι καὶ παμψηφὶ παρὰ τῶν συνελθόντων εἰς τὴν Κωνσταντινούπολιν καθαιρεθέντες, οὐκ ἐδέξαντο τὴν καθαίρεσιν αὐτῶν, σύνοδον ἀθετούντων προσαγορεύοντες, καὶ μὴ καταδεχόμενοι ἐπισκόπους αὐτοὺς λέγειν, ἵνα μὴ τὴν κατʼ αὐτῶν ἐξενεχθεῖσαν ψῆφον κυρώσωσι. καὶ τὴν αἰτίαν προσετίθεσαν τοῦ μὴ εἶναι αὐτοὺς ἐπισκόπους, διότι αἱρέσεως, φησί, πονηρᾶς προεστήκασι. ταῦτα δὲ ἐγένετο πρὸ δέκα καὶ ἑπτὰ οὐχ ὅλων ἐτῶν. ἦσαν δὲ οἱ ἔξαρχοι τῶν καθελόντων αὐτούς, Εὐδόξιος, Εὐίππιος, Γεώργιος, Ἀκάκιος, καὶ οἱ λοιποὶ τῶν ὑμῖν οἱ δὲ νῦν κρατοῦντες τῶν ἐκκλησιῶν ἐκείνων εἰσὶ διάδοχοι, οἱ μὲν ἀντʼ αὐτῶν χειροτονηθέντες, οἱ δὲ ὑπʼ ἐκείνων αὐτῶν προαχθέντες. Νῦν οὖν οἱ ἡμῖν τὴν κακοδοξίαν ἐγκαλοῦντες εἰπάτωσαν ἡμῖν, πῶς μὲν αἱρετικοὶ ἦσαν ἐκεῖνοι, ὧν τὴν καθαίρεσιν οὐκ ἐδέξαντο, πῶς δὲ ὀρθόδοξοι οὗτοι οἱ παρʼ ἐκείνων προαχθέντες καὶ τὸ αὐτὸ φρόνημα τοῖς πατράσιν αὐτῶν διασώζοντες. εἰ μὲν γὰρ ὀρθόδοξος Εὐίππιος, πῶς οὐχὶ λαϊκὸς Εὐστάθιος, ὁ παρʼ ἐκείνου καθῃρημένος; εἰ δὲ αἱρετικὸς ἐκεῖνος, πῶς κοινωνικὸς Εὐσταθίου νῦν ὁ διὰ τῆς ἐκείνου χειρὸς προαχθείς; ἀλλὰ παιδιαὶ αὗται, κατὰ τῶν ἐκκλησιῶν τοῦ Θεοῦ παιζόμεναι, πρὸς τὸ ἑαυτῶν συμφέρον, καὶ διαβάλλειν ἀνθρώπους καὶ πάλιν συνιστᾷν ἐπιχειρούντων. Τὰ Βασιλείδου τοῦ Παφλαγόνος θυσιαστήρια ἀνέτρεψε παριὼν τὴν Παφλαγονίαν Εὐστάθιος, καὶ ἐπὶ ἰδίων τραπεζῶν ἐλειτούργει· καὶ νῦν ἱκέτης ἐστὶ Βασιλείδου, ὥστε δεχθῆναι. ἀφώρισε τὸν εὐλαβέστατον ἀδελφὸν Ἐλπίδιον διὰ τὴν πρὸς τοὺς ἐν Ἀμασείᾳ συνάφειαν· καὶ νῦν ἱκέτης ἐστὶ τῶν Ἀμασέων, ἐπιζητῶν αὐτῶν τὴν συνάφειαν. τὰ κατὰ Εὐιππίου κηρύγματα καὶ ὑμεῖς αὐτοὶ ἐπίστασθε ὅπως ἦν φρικτά. καὶ νῦν τοὺς τὰ ἐκείνου φρονοῦντας ἐπὶ ὀρθότητι ἀποσεμνύνει, μόνον ἐὰν εἰς τὴν τῆς ἀποκαταστάσεως αὐτοῦ σπουδὴν συνεργήσωσιν. ἡμεῖς δὲ διαβαλλόμεθα, οὐκ ἐπειδὴ ἡμεῖς ἀδικοῦμέν τι, ἀλλʼ ἐπειδὴ τοῦτο ἐνόμισεν εὐδοκίμησιν αὐτῷ φέρειν παρὰ τοῖς ἐν Ἀντιοχείᾳ. οὓς δὲ πέρυσιν ἐκ τῆς Γαλατίας μετεστείλαντο, ὡς δι’ αὐτῶν δυνάμενοι τὴν παρρησίαν τῆς ἐπισκοπῆς ἀπολαβεῖν, τοιοῦτοί εἰσιν, οἵους ἴσασι μὲν καὶ οἱ πρὸς ὀλίγον συγγεγονότες αὐτοῖς· ἐμοὶ δὲ μὴ παράσχοι ὁ Κύριος τοσαύτην σχολήν ποτε, ὥστε τὰς ἐκείνων πράξεις ἀπαριθμεῖσθαι. πλὴν ἀλλʼ ὑπὸ δορυφόροις τοῖς τιμιωτάτοις αὐτῶν καὶ συμμύσταις παραπεμφθέντες διεξῆλθον μὲν διὰ πάσης αὐτῶν τῆς χώρας, τὰς τῶν ἐπισκόπων τιμὰς καὶ θεραπείας ἔχοντες· εἰσήχθησαν δὲ περιφανῶς εἰς τὴν πόλιν ἐκκλησιάσαντες μετὰ αὐθεντίας. παρεδόθη γὰρ αὐτοῖς ὁ λαός, παρεδόθη τὸ θυσιαστήριον. οἳ ἐπειδὴ μέχρι Νικοπόλεως προελθόντες οὐδὲν ἠδυνήθησαν ὧν ἐπηγγείλαντο διαπράξασθαι, πῶς ἐπανῆλθον καὶ πῶς ὤφθησαν κατὰ τὴν ἐπάνοδον ἴσασιν οἱ παρόντες. οὕτως ἀεὶ πρὸς τὸ ἑαυτῶν συμφέρον πάντα ποιοῦντες φαίνονται. εἰ δὲ λέγουσιν ὅτι μετενόησαν, δειξάτωσαν αὐτῶν ἔγγραφον τὴν μετάνοιαν, καὶ ἀναθεματισμὸν τῆς ἐν Κωνσταντινουπόλει πίστεως, καὶ χωρισμὸν τῶν αἱρετικῶν, καὶ μὴ ἐξαπατάτωσαν τοὺς ἀκεραιοτέρους. καὶ τὰ μὲν ἐκείνων τοιαῦτα. Ἡμεῖς δέ, ἀγαπητοὶ ἀδελφοί, μικροὶ μὲν καὶ ταπεινοί, οἱ αὐτοὶ δὲ ἀεὶ τῇ τοῦ Θεοῦ χάριτι, οὐδέποτε ταῖς μεταβολαῖς τῶν πραγμάτων συνδιετέθημεν. πίστις παρʼ ἡμῖν οὐκ ἄλλη μὲν ἐν Σελευκείᾳ, ἄλλη δὲ ἐν Κωνσταντινουπόλει, καὶ ἄλλη ἐν Ζήλοις, καὶ ἐν Λαμψάκῳ ἄλλη, καὶ ἐπὶ Ῥώμης ἑτέρα· καὶ ἡ νῦν περιφερομένη οὐ διάφορος παρὰ τὰς προτέρας, ἀλλὰ μία καὶ ἡ αὐτὴ ἀεὶ. ὡς γὰρ παρελάβομεν παρὰ τοῦ Κυρίου, οὕτω βαπτιζόμεθα· ὡς βαπτιζόμεθα, οὕτω πιστεύομεν· ὡς πιστεύομεν, οὕτω καὶ δοξολογοῦμεν, οὔτε χωρίζοντες Πατρὸς καὶ Υἱοῦ τὸ ἅγιον Πνεῦμα, οὔτε προτιθέντες Πατρός, ἢ πρεσβύτερον εἶναι τοῦ Υἱοῦ τὸ Πνεῦμα λέγοντες, ὡς αἱ τῶν βλασφήμων γλῶσσαι κατασκευάζουσι. τίς γὰρ οὕτω τολμηρός, ὃς τὴν δεσποτικὴν παρωσάμενος νομοθεσίαν ἰδίαν τολμᾷ τοῖς ὀνόμασι τάξιν ἐπινοεῖν; ἀλλʼ οὔτε κτιστὸν λέγομεν τὸ Πνεῦμα, τὸ μετὰ Πατρὸς καὶ Υἱοῦ τεταγμένον, οὔτε δουλικὸν τολμῶμεν εἰπεῖν τὸ ἡγεμονικόν. καὶ ἡμᾶς παρακαλοῦμεν μεμνημένους τῆς τοῦ Κυρίου ἀπειλῆς, τοῦ εἰπόντος, Πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις· ἡ δὲ εἰς τὸ Πνεῦμα τὸ ἅγιον βλασφημία οὐκ ἀφεθήσεται, οὔτε ἐν τῷ νῦν αἰῶνι οὔτε ἐν τῷ μέλλοντι, φυλάξατε ἑαυτοὺς τῶν βλαβερῶν κατὰ τοῦ Πνεύματος διδαγμάτων. στήκετε ἐν τῇ πίστει, περιβλέψατε εἰς τὴν οἰκουμένην, καὶ ἴδετε ὅτι μικρόν ἐστι τοῦτο τὸ μέρος τὸ νενοσηκός, ἡ δὲ λοιπὴ πᾶσα Ἐκκλησία, ἡ ἀπὸ περάτων εἰς πέρατα δεξαμένη τὸ εὐαγγέλιον, ἐπὶ τῆς ὑγιοῦς ἐστι ταύτης καὶ ἀδιαστρόφου διδασκαλίας. ὧν καὶ ἡμεῖς εὐχόμεθα τῆς κοινωνίας μὴ ἐκπεσεῖν, καὶ ὑμῖν συνευχόμεθα τὴν μερίδα λαβεῖν ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῇ δικαίᾳ, ὅταν ἔλθῃ δοῦναι ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ.