Letter 252
Late Antiquity Basil of Caesarea Greek- Ἐπισκόποις τῆς Ποντικῆς διοικήσεως Μαρτύρων τιμαὶ πᾶσι μὲν περισπούδαστοι τοῖς ἐπὶ Κύριον ἠλπικόσιν, ἐξαιρέτως δὲ ὑμῖν τοῖς ἀρετῆς ἀντιποιουμένοις, οἳ διὰ τῆς πρὸς τοὺς εὐδοκίμους τῶν ὁμοδούλων διαθέσεως τὴν πρὸς τὸν κοινὸν Δεσπότην εὔνοιαν ἐπιδείκνυσθε· ἄλλως τε καὶ διὰ τὸ συγγενές τι ἔχειν τὸν ἐν ἀκριβείᾳ βίον πρὸς τοὺς διὰ καρτερίας τελειωθέντας. ἐπεὶ οὖν ἐπισημότατοι μαρτύρων Εὐψύχιος καὶ Δάμας, καὶ ὁ περὶ αὐτοὺς χορός, ὧν ἡ μνήμη δι’ ἔτους παρὰ τῆς πόλεως ἡμῶν καὶ τῆς περιοικίδος πάσης τελεῖται, ὑπομιμνήσκει ὑμᾶς, τὸν ἴδιον ἑαυτῆς κόσμον ἡ Ἐκκλησία, διὰ τῆς ἡμετέρας φωνῆς παρακαλοῦσα, τὴν ἀρχαίαν ἀπολαβεῖν τῆς ἐπισκέψεως ὑμῶν συνήθειαν. ὡς οὖν ἐργασίας μεγάλης προκειμένης ὑμῖν ἐν λαῷ ἐπιζητοῦντι τὴν παρʼ ὑμῶν οἰκοδομήν, καὶ μισθῶν ἐν τῇ τιμῇ τῶν μαρτύρων ἀποκείμενον, δέξασθε ἡμῶν τὴν παράκλησιν καὶ ἐπινεύσατε πρὸς τὴν χάριν μικρῷ πόνῳ μεγάλην ἡμῖν εὐεργεσίαν παρεχόμενοι.