Letter 254
Late Antiquity Basil of Caesarea Greek- Πελαγίῳ, ἐπισκόπῳ Λαοδικείας Συρίας Παράσχοι ὁ Κύριός ποτε καὶ αὐτῷ μοι εἰς ὄψιν ἐλθεῖν τῇ ἀληθινῇ σου θεοσεβείᾳ, καὶ ὅσα ἐνελίπομεν τῷ γράμματι ταῦτα ἀναπληρῶσαι ἡμᾶς τῇ παρουσίᾳ. ὀψὲ γὰρ τοῦ γράφειν ἠρξάμεθα, καὶ πολλὴ ἡμῖν τῆς ἀπολογίας χρεία. ἐπειδὴ δὲ πάρεστιν ὁ ποθεινότατος καὶ εὐλαβέστατος ἀδελφὸς Σαγκτίσσιμος ὁ συμπρεσβύτερος, αὐτὸς πάντα διηγήσεταί σοι, τά τε ἡμέτερα καὶ τὰ ἀπὸ τῆς δύσεως. καὶ ἐπʼ ἐκείνοις μὴν εὐφρανεῖ, τὰς δὲ ἡμᾶς κατασχούσας ταραχὰς εἰπών, ἴσως προσθήσει τινὰ λύπην καὶ φροντίδα τοῖς ἤδη ἐναποκειμένοις τῇ ἀγαθῇ σου καρδίᾳ. οὐ μὴν ἄχρηστον τὸ λυπεῖσθαι ὑμᾶς τοὺς δυναμένους δυσωπεῖν τὸν Κύριον. εἰς δέον γὰρ ἡμῖν ἀποβήσεται ἡ ὑμετέρα μέριμνα, καὶ οἶδα ὅτι τευξόμεθα τῆς παρὰ τοῦ Θεοῦ ἀντιλήψεως, ἔχοντες τὴν παρὰ τῶν προσευχῶν ὑμῶν συνεργίαν. ἐὰν δὲ συνεύξῃ ἡμῖν ἀπαλλαγὴν τῶν φροντίδων, καὶ προσθήκην τινὰ τῇ δυνάμει τοῦ σώματος ἡμῶν αἰτήσῃ, κατευοδώσει ἡμᾶς ὁ Κύριος πρὸς τὸ τὴν ἐπιθυμίαν ἡμῖν ἐκπληρωθῆναι, καὶ εἰς ὄψιν ἐλθεῖν τῇ κοσμιότητί σου.