Letter 255
Late Antiquity Basil of Caesarea Greek- Βίτῳ, ἐπισκόπῳ Καρρῶν Εἴθε ἦν μοι δυνατὸν καὶ καθʼ ἑκάστην ἡμέραν ἐπιστέλλειν τῇ εὐλαβείᾳ σου. ἀφʼ οὗ γὰρ εἰς πεῖραν ἦλθον τῆς ἀγάπης σοῦ, πολὺν ἔχω τὸν πόθον μάλιστα μὲν τοῦ συνδιάγειν σοι, εἰ δὲ μή, ἐπιστέλλειν γοῦν καὶ δέχεσθαι γράμματα, ἵνα ἔχω καὶ σημαίνειν τὰ κατʼ ἐμαυτὸν καὶ μανθάνειν τὰ περὶ τῆς διαθέσεώς σου. ἐπειδὴ δὲ οὐχ ὅσα βουλόμεθα ὑπάρχει ἡμῖν, ἀλλʼ ὅσα ὁ Κύριος δίδωσι, ταῦτα ὀφείλομεν δέχεσθαι μετʼ εὐχαριστίας, ηὐχαριστήσαμεν τῷ ἁγίῳ Θεῷ παρασχομένῳ ἡμῖν ὑπόθεσιν γραμμάτων πρὸς τὴν εὐλάβειάν σου, τὴν ἄφιξιν τοῦ ποθεινοτάτου καὶ εὐλαβεστάτου ἀδελφοῦ ἡμῶν Σαγκτισσίμου τοῦ συμπρεσβυτέρου, ὃς πολὺν ὑποστὰς ἐν τῇ ὁδοιπορίᾳ τὸν κόπον, πάντα διηγήσεταί σοι μετʼ ἀκριβείας ὅσα κατέλαβεν ἐν τῇ δύσει· ὑπὲρ ὧν καὶ εὐχαριστεῖν ὀφείλομεν τῷ Κυρίῳ, καὶ προσκυνεῖν αὐτόν, ἵνα δῷ καὶ ἡμῖν τὴν αὐτὴν εἰρήνην, καὶ ἀπολάβωμεν ἀλλήλους μετʼ ἐλευθερίας. πᾶσαν τὴν ἐν Χριστῷ ἀδελφότητα ἄσπασαι παρʼ ἡμῶν.