Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Letters

    Letter 261

    Basil of Caesarea

    In the atlas

    5 min
    1. Τοῖς ἐν Σωζοπόλει Ἐνέτυχον τοῖς γράμμασιν ὑμῶν, ἀδελφοὶ τιμιώτατοι, ἃ περὶ τῶν καθʼ ὑμᾶς πραγμάτων ἐπεστείλατε. καὶ ὅτι μὲν ἡμᾶς κοινωνοὺς φροντίδων παρελάβετε εἰς τὴν τῶν ἀναγκαίων ὑμῖν καὶ σπουδῆς ἀξίων ἐπιμέλειαν, ηὐχαρεστήσαμεν τῷ Κυρίῳ. ἐστενάξαμεν δὲ ἀκούσαντες ὅτι πρὸς τῇ παρὰ τῶν Ἀρεαινῶν ἐπαγομένῃ ταραχῇ ταῖς ἐκκλησίαις, καὶ τῇ συγχύσει, ἣν ἐκεῖνοι περὶ τῆς πίστεως λόγον πεποίηνται, ἔτι καὶ ἄλλη τις ὑμῖν ἀνεφάνη καινοφωνία, εἰς πολλὴν ἀδημονίαν ἐμβάλλουσα τὴν ἀδελφότητα, ὡς ἐπεστείλατε ἡμῖν, ἀνθρώπων καινὰ καὶ ἀσυνήθη ταῖς ἀκοαῖς τῶν πιστῶν ὡς ἐκ τῆς τῶν Γραφῶν διδασκαλίας δῆθεν παρεισαγόντων. ἐγράφετε γὰρ εἶναί τινας παρʼ ὑμῖν τοὺς λύοντας τὴν σωτήριον οἰκονομίαν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅσον τὸ ἐπʼ αὐτοῖς, καὶ ἀθετοῦντας τοῦ μεγάλου μυστηρίου τὴν χάριν, τοῦ σεσιγημένου μὲν ἀπὸ τῶν αἰώνων, φανερωθέντος δὲ καιροῖς ἰδίοις, ὅτε ὁ Κύριος, πάντα διεξελθὼν τὰ εἰς ἐπιμέλειαν ἥκοντα τοῦ γένους τῶν ἀνθρώπων, ἐπὶ πᾶσι τὴν οἰκείαν ἐχαρίσατο ἡμῖν ἐπιδημίαν. ὠφέλησε γὰρ τὸ ἑαυτοῦ πλάσμα, πρῶτον μὲν διὰ πατριαρχῶν, ὧν οἱ βίοι ὑποδείγματα καὶ κανόνες προετέθησαν τοῖς βουλομένοις ἀκολουθεῖν τοῖς ἴχνεσι τῶν ἁγίων, καὶ κατὰ τὸν ὅμοιον ἐκείνοις ζῆλον φθάσαι πρὸς τὴν τῶν ἀγαθῶν ἔργων τελείωσιν. εἶτα νόμον ἔδωκεν εἰς βοήθειαν, δι’ ἀγγέλων αὐτὸν διαταξάμενος ἐν χειρὶ Μωϋσέως· εἶτα προφήτας, προκαταγγέλλοντας τὴν μέλλουσαν ἔσεσθαι σωτηρίαν, κριτάς, βασιλεῖς, δικαίους, ποιοῦντας δυνάμεις ἐν χειρὶ κρυφαίᾳ. μετὰ πάντας τούτους, ἐπʼ ἐσχάτων τῶν ἡμερῶν αὐτὸς ἐφανερώθη ἐν σαρκί, γενόμενος ἐκ γυναικός, γενόμενος ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν. Εἰ τοίνυν μὴ γέγονε τοῦ Κυρίου ἡ ἐν σαρκὶ ἐπιδημία, οὐκ ἔδωκε μὲν ὁ Λυτρωτὴς τὸ ὑπὲρ ἡμῶν τίμημα τῷ θανάτῳ, οὐ διέκοψε δὲ τοῦ θανάτου τὴν βασιλείαν δι’ ἑαυτοῦ. εἰ γὰρ ἄλλο μὲν ἦν τὸ βασιλευόμενον ὑπὸ τοῦ θανάτου, ἄλλο δὲ τὸ παρὰ τοῦ Κυρίου προσληφθέν, οὐκ ἂν μὲν ἐπαύσατο τὰ ἑαυτοῦ ἐνεργῶν ὁ θάνατος, οὐκ ἂν δὲ ἡμέτερον κέρδος ἐγένετο τῆς σαρκὸς τῆς θεοφόρου τὰ πάθη· οὐκ ἀπέκτεινε δὲ τὴν ἁμαρτίαν ἐν τῇ σαρκί· οὐκ ἐζωοποιήθημεν ἐν τῷ Χριστῷ οἱ ἐν τῷ Ἀδὰμ ἀποθανόντες· οὐκ ἀνεπλάσθη τὸ διαπεπτωκός· οὐκ ἀνωρθώθη τὸ κατερραγμένον· οὐ προσῳκειώθη τῷ Θεῷ τὸ διὰ τῆς ἀπάτης τοῦ ὄφεως ἀλλοτριωθέν. ταῦτα γὰρ πάντα ἀναιρεῖται παρὰ τῶν οὐράνιον σῶμα λεγόντων ἔχοντα τὸν Κύριον παραγεγενῆσθαι. τίς δὲ χρεία τῆς ἁγίας παρθένου, εἰ μὴ ἐκ τοῦ φυράματος τοῦ Ἀδὰμ ἔμελλεν ἡ θεοφόρος σὰρξ προσλαμβάνεσθαι; ἀλλὰ τίς οὕτω τολμηρός, ὥστε τὸ πάλαι σιωπηθὲν Οὐαλεντίνου δόγμα νῦν πάλιν διὰ σοφιστικῶν ῥημάτων καὶ τῆς ἐκ τῶν Γραφῶν δῆθεν μαρτυρίας ἀνανεοῦσθαι; οὐ γὰρ νεώτερον τοῦτο τῆς δοκήσεως τὸ ἀσέβημα, ἀλλὰ πάλαι ἀπὸ τοῦ ματαιόφρονος ἀρξάμενον Οὐαλεντίνου, ὃς ὀλίγας τοῦ ἀποστόλου λέξεις ἀποσπαράξας, τὸ δυσσεβὲς ἑαυτῷ κατεσκεύασε πλάσμα, μορφὴν λέγων δούλου, καὶ οὐχὶ αὐτὸν τὸν δοῦλον ἀνειληφέναι, καὶ ἐν σχήματι λέγων τὸν Κύριον γεγενῆσθαι, ἀλλʼ οὐχὶ αὐτὸν τὸν ἄνθρωπον παρʼ αὐτοῦ προσειλῆφθαι. τούτοις ἐοίκασι συγγενῆ φθέγγεσθαι οὗτοι, οὓς ἀποδύρεσθαι προσήκει, τὰς νεωτερικὰς ὑμῖν ἐπεισάγοντας ταραχάς. Τὸ δὲ ἐπʼ αὐτὴν λέγειν τὴν θεότητα τὰ τοῦ ἀνθρώπου διαβαίνειν πάθη οὐδαμῶς σωζόντων ἐστὶ τὸ ἐν διανοίαις ἀκόλουθον, οὔτε εἰδότων, ὅτι ἄλλα σαρκὸς πάθη, καὶ ἄλλα σαρκὸς ἐμψύχου, καὶ ἄλλα ψυχῆς σώματι κεχρημένης. σαρκὸς μὲν οὖν ἴδιον τὸ τέμνεσθαι καὶ μειοῦσθαι καὶ διαλύεσθαι· καὶ πάλιν σαρκὸς ἐμψύχου τὸ κοποῦσθαι καὶ ὀδυνᾶσθαι καὶ πεινᾷν καὶ διψᾷν καὶ ὕπνῳ κρατεῖσθαι· ψυχῆς δὲ σώματι κεχρημένης λύπαι καὶ ἀδημονίαι καὶ φροντίδες καὶ ὅσα τοιαῦτα. ὧν τὰ μὲν φυσικὰ καὶ ἀναγκαῖα τῷ ζώῳ, τὰ δὲ ἐκ προαιρέσεως μοχθηρᾶς, διὰ τὸ ἀνάγωγον τοῦ βίου καὶ πρὸς ἀρετὴν ἀγύμναστον ἐπεισαγόμενα. ὅθεν φαίνεται ὁ Κύριος τὰ μὲν φυσικὰ πάθη παραδεξάμενος εἰς βεβαίωσιν τῆς ἀληθινῆς καὶ οὐ κατὰ φαντασίαν ἐνανθρωπήσεως, τὰ δὲ ἀπὸ κακίας πάθη, ὅσα τὸ καθαρὸν τῆς ζωῆς ἡμῶν ἐπιρρυπαίνει, ταῦτα ὡς ἀνάξια τῆς ἀχράντου θεότητος ἀπωσάμενος. διὰ τοῦτο εἴρηται ἐν ὁμοιώματι γεγενῆσθαι σαρκὸς ἁμαρτίας· οὐ γὰρ ἐν ὁμοιώματι σαρκός, ὡς τούτοις δοκεῖ, ἀλλʼ ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας· ὥστε σάρκα μὲν τὴν ἡμετέραν ἀνέλαβε μετὰ τῶν φυσικῶν αὐτῆς παθῶν, ἁμαρτίαν δὲ οὐκ ἐποίησεν. ἀλλʼ ὥσπερ ὁ θάνατος, ὁ ἐν τῇ σαρκί, διὰ τοῦ Ἀδὰμ εἰς ἡμᾶς παραπεμφθείς, κατεπόθη ὑπὸ τῆς θεότητος, οὕτω καὶ ἡ ἁμαρτία ἐξανηλώθη ὑπὸ τῆς δικαιοσύνης τῆς ἐν Χριστῷ Ἰησοῦ· ὥστε ἡμᾶς ἐν τῇ ἀναστάσει ἀπολαβεῖν τὴν σάρκα, μήτε ὑπόδικον θανάτῳ, μήτε ὑπεύθυνον ἁμαρτίᾳ. Ταῦτά ἐστιν, ἀδελφοί, τὰ τῆς Ἐκκλησίας μυστήρια, αὗται τῶν πατέρων αἱ παραδόσεις. διαμαρτυρόμεθα παντὶ ἀνθρώπῳ φοβουμένῳ τὸν Κύριον, καὶ κρίσιν Θεοῦ ἀναμένοντι, διδαχαῖς ποικίλαις μὴ παραφέρεσθαι. εἴ τις ἑτεροδιδασκαλεῖ καὶ μὴ προσέρχεται ὑγιαίνουσι λόγοις τῆς πίστεως, ἀλλὰ παρωθούμενος τὰ τοῦ Πνεύματος λόγια τὴν οἰκείαν διδασκαλίαν κυριωτέραν ποιεῖται τῶν εὐαγγελικῶν διδαγμάτων, φυλάσσεσθε τὸν τοιοῦτον. Παράσχοι δὲ ὁ Κύριος καὶ εἰς ταὐτὸν ἡμᾶς ἀλλήλοις συνελθεῖν ποτε, ὥστε ὅσα τὸν λόγον ἡμῶν διέφυγε, ταῦτα διὰ τῆς κατʼ ὀφθαλμοὺς συντυχίας ἀναπληρῶσαι. καὶ γὰρ ὀλίγα ἐκ πολλῶν ὑμῖν ἐπεστείλαμεν, οὐ βουλόμενοι ἔξω γενέσθαι τοῦ μέτρου τῆς ἐπιστολῆς, καὶ ἅμα πεπεισμένοι ὅτι τοῖς φοβουμένοις τὸν Κύριον ἐξαρκεῖ καὶ ἡ δι’ ὀλίγων ὑπόμνησις.