Letter 273
Late Antiquity Basil of Caesarea Greek- Ἀνεπίγραφος, περὶ Ἥρα Ἀκριβῶς πεπεισμένος οὕτως ἡμᾶς ἀγαπᾷν τὴν σὴν τιμιότητα, ὥστε τὰ ἡμῖν διαφέροντα οἰκεῖα λογίζεσθαι, τὸ αἰδεσιμώτατον ἀδελφὸν ἡμῶν Ἥραν, ὃν οὐ κατὰ συνήθειάν τινα ἀδελφὸν ἡμῶν προσαγορεύομεν, ἀλλὰ κατὰ ἀκριβεστάτην καὶ οὐδεμίαν ἔχουσαν ὑπερβολὴν τῆς φιλίας διάθεσιν, συνιστῶ σου τῇ ὑπερφυεῖ καλοκαγαθίᾳ, καὶ παρακαλῶ οἰκείως τε αὐτὸν θεάσασθαι, καὶ τὴν κατὰ δύναμίν σοι παρασχέσθαι αὐτῷ προστασίαν ἐν οἷς ἂν δέηται τῆς μεγαλονοίας σου· ὥστε με τοῖς πολλοῖς οἷς ἤδη τετύχηκα παρὰ σοὶ ἀγαθοῖς καὶ ταύτην ἔχειν τὴν εὐεργεσίαν συναριθμεῖν.