Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Letters

    Letter 274

    Basil of Caesarea

    In the atlas

    1 min
    1. Ἱμερίῳ μαγίστρῳ Ἡ πρὸς τὸν αἰδεσιμώτατον ἀδελφὸν Ἥραν φιλία μοι καὶ συνήθεια, ὅτι ἐκ πάνυ παιδὸς τὴν ἀρχὴν ἔλαβε, καὶ μέχρι γήρως συμπαρέμεινε τῇ τοῦ Θεοῦ χάριτι, παντὸς ἄμεινον καὶ αὐτὸς ἐπίστασαι. σχεδὸν γὰρ καὶ τὴν τῆς σῆς μεγαλοφυίας ἀγάπην ἐξ ἐκείνου ἡμῖν ὁ Κύριος ἐχαρίσατο, ἐξ ὅτου καὶ τὴν πρὸς ἀλλήλους ἡμῖν γνῶσιν προεξένησεν. ἐπεὶ οὖν δεῖται τῆς παρὰ σοῦ προστασίας, παρακαλῶ σε καὶ καθικετεύω, τῇ τε ἀρχαίᾳ περὶ ἡμᾶς διαθέσει χαριζόμενον καὶ τῇ νῦν κατασχούσῃ ἀνάγκῃ προσχόντα, οὕτως οἰκειώσασθαι τὰ κατʼ αὐτὸν πράγματα, ὥστε μηδεμιᾶς αὐτὸν ἑτέρας προστασίας δεηθῆναι, ἀλλʼ ἐπανελθεῖν πρὸς ἡμᾶς πάντα καταπραξάμενον τὰ κατʼ εὐχάς· ὥστε ταῖς πολλαῖς αἷς πεπόνθαμεν παρὰ σοῦ εὐεργεσίαις καὶ ταύτην ἡμᾶς ἔχειν συναριθμεῖν, ἧς οὐκ ἂν μείζονα ἑαυτοῖς, οὐδὲ μᾶλλον ἡμῖν διαφέρουσαν εὑρίσκοντες οἰκειούμεθα.