Letter 275
Late Antiquity Basil of Caesarea Greek- Ἀνεπίγραφος, περὶ Ἥρα Προέλαβες τὰς παρʼ ἡμῶν παρακλήσεις ἐν τῇ πρὸς τὸν αἰδεσιμώτατον ἀδελφὸν ἡμῶν Ἥραν διαθέσει, καὶ γέγονας αὐτῷ εὐχῆς ἀμείνων τῶν τε τιμῶν ταῖς ὑπερβολαῖς αἷς εἰς αὐτὸν ἐπεδείξω καὶ ταῖς ἐφʼ ἑκάστου καιροῦ προστασίαις. ὅμως δὲ καὶ ἡμεῖς, ἐπειδὴ σιωπῇ φέρειν τὰ κατʼ αὐτὸν οὐ δυνάμεθα, παρακαλοῦμέν σου τὴν ἀνυπέρβλητον τιμιότητα καὶ εἰς ἡμετέραν χάριν προσθεῖναι τῇ εἰς τὸν ἄνδρα σπουδῇ, καὶ ἀποπέμψαι αὐτὸν τῇ πατρίδι κρείττονα τῆς παρὰ τῶν ἐχθρῶν αὐτοῦ ἐπηρείας· ἐπεὶ νῦν γε οὐκ ἔξω ἐστὶ βελῶν τοῦ φθόνου, πολλῶν αὐτοῦ ἐπηρεάζειν ἐπιχειρούντων τῇ ἀπραγμοσύνῃ τοῦ βίου. πρὸς οὓς μίαν εὑρήσομεν ἀσφάλειαν ἄρρηκτον, εἰ αὐτὸς ὑπερσχεῖν τὴν χεῖρα τοῦ ἀνδρὸς θελήσειας.